Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐκείνας [187]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐκείνας


000-00-00 Serial Number=0475640714
Ad Demetrium de compunctione i Ante [Go Back]  
 [00285]  τοσοῦτον ἐπένευσεν εἰς αὐτὸν ὁ τοῦ Χριστοῦ πόθος, ὡς εἴ γε προέκειτο καὶ τὰς ἀθανάτους κολάσεις ἐκείνας ὑπενεγκεῖν ἕνεκεν τοῦ Χριστοῦ, μηδ' ἂν τοῦτο παραιτήσασθαί ποτε.
 [00379]  Οὗτοι γὰρ, οὗτοι οἱ μεθύειν μελετῶντες καὶ γαστρίζεσθαι, οἱ τὰ μὲν ἄριστα συντελοῦντες μέχρις ἑσπέρας, τὰ δὲ δεῖπνα εἰς μέσας νύκτας ἐκτείνοντες, οἱ τὰ τῶν ἄλλων ἁρπάζοντες, καὶ οὔτε χήρας, οὔτε πένητος, οὔτε ἀδυνάτου φειδόμενοι, οἱ πολλὴν ὠμότητα ἐπιδεικνύμενοι, εἴ ποτε πένθει ληφθεῖεν σφοδρῷ καὶ δυναμένῳ κάτωθεν ἀναστρέψαι καὶ διαταράξαι ψυχὴν, πάσας ἐκείνας τὰς βλακώδεις ἐπιθυμίας καὶ παρανόμους ἐκβαλόντες, εἰς τὸν τῶν φιλοσόφων μετατίθενται βίον, σκληραγωγίαν, ἀγρυπνίαν, χαμευνίαν, καρτερίαν, νηστείαν, σιγὴν, ἐπιείκειαν, ταπεινότητα, φιλανθρωπίαν ἐπιδεικνύμενοι πολλήν.
000-00-00 Serial Number=0521240115
Ad Stagirium a daemone vexatum Ante [Go Back]  
 [00687]  Ὅταν δέ τις τῇ πρὸς τὸν Θεὸν ἐλπίδι τοῦτο διασκεδάσας τὸ σκότος, καὶ πρὸς τὸν ἥλιον τῆς δικαιοσύνης καταφυγὼν, σπεύσῃ τὰς ἀκτῖνας ἐκείνας εἰς τὴν ἑαυτοῦ καταθεῖναι ψυχὴν, ἀπὸ τῶν οἰκείων λογισμῶν ἐπὶ τὸν λῃστὴν μεταθήσει τὸν θόρυβον·
000-00-00 Serial Number=0971783221
Ad Theodorum lapsum i Ante [Go Back]  
 [00249]  Πλὴν ἀλλ' εἰ βούλει, κείσθω τῷ λόγῳ καὶ ζήσεσθαί σε ἔτη τοσαῦτα καὶ μηδεμίαν ὑποστήσεσθαι μεταβολήν, τί τοῦτο πρὸς τοὺς ἀτελευτήτους αἰῶνας καὶ τὰς κολάσεις τὰς ἀπορρήτους καὶ ἀφορήτους ἐκείνας;
 [00397]  Εἰ δὲ ταῦτα εἰς τοσαύτην αἴρει τοὺς ἔχοντας χαράν, τί οἴει γίνεσθαι ἐκείνας τὰς ψυχάς, τὰς καλουμένας ἐπὶ τὰ μυρία ἀγαθὰ τὰ ἐν τοῖς οὐρανοῖς, τὰ πεπηγότα καὶ ἑστῶτα βεβαίως διὰ παντός;
 [00543]  Ὅταν γὰρ ὁ φιλῶν πολλὰ παρὰ τῶν φιλουμένων ὑβρισθεὶς μηδὲ οὕτως σβέσῃ τὸν πόθον, δι' οὐδὲν ἕτερον εἰς μέσον ἐνεχθῆναι σπουδάζει τὰς ὕβρεις ἐκείνας, ἀλλ' ἵνα τὸ στερρὸν αὐτοῦ τῆς φιλίας ἐπιδειξάμενος, εἰς πλείονα ἐπισπάσηται καὶ συντονωτέραν ἀγάπην ἐκείνους.
000-00-00 Serial Number=0295629978
Ad populum Antiochenum Ante [Go Back]  
 [00505]  καθάπερ γὰρ τὰς μελίττας ἐκείνας καπνὸς, οὕτω τὰς μελίττας ταύτας φόβος ἀπήλασε·
 [00623]  διὰ τοῦτο χωρὶς συγγνώμης ἁπάσης εἰς τὰς ἀφορήτους ἐπέμπετο κολάσεις ἐκείνας.
 [01419]  οὕτως οὐδὲ ἀεὶ θλῖψις, ἀλλ' ἔσται καὶ ἄνεσις, μόνον ἐὰν ἐν τῇ θλίψει διαπαντὸς εὐχαριστῶμεν τῷ Θεῷ Καὶ γὰρ οἱ τρεῖς παῖδες εἰς κάμινον ἐνεβλήθησαν, καὶ οὐδὲ οὕτως ἐπελάθοντο τῆς εὐλαβείας, οὐδὲ ἐφόβησεν αὐτοὺς ἡ φλὸξ, ἀλλὰ τῶν ἐν θαλάμῳ καθημένων, καὶ μηδὲν πασχόντων δεινὸν, σπουδαιότερον τῷ πυρὶ κυκλούμενοι, τὰς ἱερὰς ἐκείνας ἀνέπεμπον εὐχάς.
 [02052]  καὶ καθάπερ ἂν ἐκείνας ἀνέλῃς, διαλυθέντες οἱ τοῖχοι συμπίπτουσιν ἀλλήλοις αὐτόματοι·
 [02174]  Ἐπεὶ καὶ ὁ μακάριος Ἰὼβτὰς πολλὰς καὶ ἀφορήτους ἐκείνας πληγὰς ἐδέξατο, τοῦ διαβόλου μάτην καὶ εἰκῆ καὶ ἁπλῶς ἐπιβουλεύοντος, ἀλλ' ὅμως ἐπειδὴ γενναίως ἤνεγκε, καὶ ηὐχαρίστησε τῷ ταῦτα συγχωροῦντι Θεῷ, ὁλόκληρον τὸν στέφανον ἀνεδήσατο.
 [03758]  τίς ἐξελέσθαι τοὺς ἀπαγομένους ἐπὶ τὰς ἀφορήτους ἐκείνας κολάσεις;
 [03776]  Ὥστε εἰ καὶ τῆς μελλούσης γεέννης εἶχεν ἡμᾶς αἴσθησις, καὶ τὰς ἀφορήτους ἐκείνας ἐνενοοῦμεν κολάσεις, εἰ καὶ τὴν οὐσίαν καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἐπεδώκαμεν ὑπὲρ τῶν τοῦ Θεοῦ νόμων, οὐκ ἂν ἠλγήσαμεν, εἰδότες ὅτι μείζονα κερδανοῦμεν τὴν τῶν μελλόντων δεινῶν ἀπαλλαγήν.
 [05103]  Ἔστω γάρ τις μηδὲν ἑαυτοῦ κατεγνωκὼς, ἀλλ' ἀγαθῷ συνειδότι συντρεφόμενος, καὶ πρὸς τὰ μέλλοντα κεχηνὼς, καὶ τὰς ἀγαθὰς ἐκείνας ἀναμένων ἐλπίδας, τί τοῦτον, εἰπέ μοι, εἰς ἀθυμίαν ἐμβαλεῖν δυνήσεται;
000-00-00 Serial Number=0985161483
Adversus Judaeos Ante [Go Back]  
 [00401]  εἴ τις βασιλείαν ἐπαγγέλλοιτο, ὥστε ἀποστῆναι ἀπὸ τοῦ μονογενοῦς Υἱοῦ τοῦ Θεοῦ, ἀποστράφηθι καὶ μίσησον, καὶ γενοῦ Παύλου μαθητὴς, καὶ ζήλωσον τὰς φωνὰς ἐκείνας, ἃς ἡ μακαρία καὶ γενναία ἀνεβόησε ψυχή.
 [01305]  Ἀγάγωμεν τοίνυν ἐκείνας τὰς προῤῥήσεις εἰς μέσον, κἂν ἴδῃς ἐν ἐκείναις ψευδόμενον, μηδὲ ταύτην καταδέξῃ, μηδὲ νομίσῃς εἶναι πιστήν·
 [01826]  Εἰ γὰρ τοῦ Μωϋσέως κελεύοντος εἰς μηδένα ἕτερον τόπον ἀνάγειν θυσίαν, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ εἰς ἓν χωρίον συγκλείοντος τὰς θυσίας ἐκείνας, ὁ προφήτης λέγει, ὅτι ἐν παντὶ τόπῳ θυμίαμα μέλλοι προσάγεσθαι, καὶ θυσία καθαρὰ, ἐναντιοῦται καὶ μάχεται τῷ Μωϋσῇ.
 [02348]  Τίνος οὖν ἕνεκεν τοσαύτας ἔχων μαρτυρίας εἰπεῖν, δι' ὧν ὁ Θεὸς φαίνεται τὰς θυσίας παραιτούμενος ἐκείνας, τὰς νουμηνίας, τὰ σάββατα, τὰς ἑορτὰς, πάσας ἐκείνας ἀφεὶς, ταύτης ἐμνήσθη μόνης;
 [02718]  ∆ιὰ τοῦτο παραινῶ τὰς φήμας αὔξειν ἐκείνας, αἳ τὰ ἡμέτερα αἴρουσι πράγματα, καὶ μεγάλα ποιοῦσι φαίνεσθαι·
 [02719]  ἀλλὰ μὴ ἐκείνας, αἳ τοῦ κοινοῦ τῶν ἀδελφῶν καταχέουσιν ὄνειδος.
000-00-00 Serial Number=0870851636
Adversus eos qui non adfuerant Ante [Go Back]  
 [00072]  καὶ ἔφευγε μὲν ὡς ἀπὸ κυμάτων τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας καὶ στροβίλους καὶ ὑφάλους καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν.
000-00-00 Serial Number=0538427174
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00020]  Οὐ γὰρ εἰς χίλια ἔτη, οὐδὲ εἰς μύρια μόνον, οὐδὲ εἰς δὶς τοσαῦτα, καὶ τρὶς, ἀλλ' εἰς ἀπείρους αἰῶνας ψυχωθέντα τὰ σώματα, τότε δέχεται τὰς βασάνους καὶ τὰς ἀῤῥήτους ἀλγηδόνας ἐκείνας.
 [00156]  Ἐπειδὴ τὸν ἐμπρησμὸν διηγήσατο τοῦ ἱεροῦ, καὶ τὰς καινὰς ἐκείνας ἀπήγγειλε συμφοράς.
 [00948]  λέγων γὰρ τὰς πολλὰς καὶ μεγάλας δωρεὰς ἐκείνας, ἃς ὑπέσχετο δώσειν αὐτῷ, καὶ τὴν αἰτίαν τιθεὶς, ταύτην ἐτίθει·
000-00-00 Serial Number=0999262571
Catecheses ad illuminandos Ante [Go Back]  
 [00020]  «Ἡρμοσάμην ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ» ἕτερόν τι ἡμῖν ᾐνίξατο ἢ ὅτι τὰς τῇ εὐσεβείᾳ προσελθούσας ψυχὰς ἐκείνας, καθάπερ τινὰ παρθένον ἁγνὴν ἥρμοσε τῷ Χριστῷ.
 [00326]  Οὐδὲ γὰρ οἷόν τε, κἂν ἄγριος ᾖ τις δαίμων κἂν ἀπηνής, μετὰ τὰς φωνὰς ἐκείνας τὰς φοβερὰς καὶ τὴν ἐπίκλησιν τοῦ κοινοῦ πάντων δεσπότου μὴ μετὰ πολλοῦ τοῦ τάχους αὐτῶν ἀποστῆναι.
 [01091]  Πάντας γὰρ διατεμὼν ἀγγέλους, ἀρχαγγέλους, θρόνους, κυριότητας, ἀρχάς, ἐξουσίας, πάσας τὰς ἀοράτους ἐκείνας δυνάμεις, τὰ χερουβίμ, τὰ σεραφίμ, παρ' αὐτὸν τὸν θρόνον τὸν βασιλικὸν ἔστησε τῶν πιστῶν τὰ φρονήματα·
000-00-00 Serial Number=0913570344
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00176]  Οὐ γὰρ δυνήσεσθε περὶ ἀκτημοσύνης διαλεχθῆναι, καὶ πεῖσαι τῶν ὄντων καταφρονεῖν, οἱ πάντα ποιοῦντες ὅπως μένοι καὶ αὔξοιτο τὰ ὄντα, καὶ πόροι πόροις ἐπιγίγνοιντο, κάπηλοί τινες καὶ παλιγκάπηλοι δι' ἐκείνας γιγνόμενοι.
 [00230]  πλὴν ἀλλ' ἐπειδὴ μάλιστα τοῦ τῶν γυναικῶν κήδεσθε γένους, ἅτε ἀσθενεστέρου ὄντος, καὶ σφόδρα ἐλεήμονές ἐστε καὶ συμπαθεῖς πρὸς ἐκείνας, οὐδὲ ἐνταῦθα ταύτης ἀπορήσομεν τῆς προφάσεως, ἀλλὰ δείξομεν ὑποθέσεις ὑμῖν, αἳ καὶ κατηγορίας εἰσὶν ἀπηλλαγμέναι πάσης, καὶ πλείονα παρέξουσιν ὑμῖν τὸν μισθόν.
 [00264]  τοῦτον τοίνυν τὸν τοιοῦτον, τὸν μυρία κατὰ τὴν ἔρημον ταλαιπωρηθέντα ἐπὶ ἔτεσιν τοσούτοις, τὸν περὶ τῶν ἐσχάτων κινδυνεύσαντα πολλάκις, παρά τε Αἰγυπτίοις ὑπὲρ Ἰουδαίων, καὶ παρὰ Ἰουδαίοις ὑπὲρ αὐτῶν πάλιν τῶν ἀγνωμόνων ἐκείνων, οὐδὲν ἕτερον ἐκώλυσε μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τὰ μυρία κατορθώματα τῆς ἐπαγγελίας τυχεῖν, ἢ τὸ σκανδαλίσαι τοὺς συνόντας αὐτῷ ἐπὶ τοῦ ὕδατος.
 [00375]  Ἀλλ' ἂν ἐθελήσωμεν μικρὸν ἀνενεγκόντες ἡμῶν αὐτῶν γενέσθαι, καὶ ἐκείνας κερδανοῦμεν καὶ ἡμᾶς αὐτοὺς καὶ τοὺς ἄλλους ἅπαντας·
 [00386]  Εἰ δὲ ἀπιστεῖτε τοῖς ἡμετέροις λόγοις, αὐτὰς ἐκείνας ἔρεσθε, τίνας μᾶλλον ἐπαινοῦσι καὶ ἀποδέχονται, τοὺς δουλεύοντας ἢ τοὺς κρατοῦντας αὐτῶν, τοὺς ὑποκειμένους καὶ πάντα ποιοῦντας καὶ πάσχοντας διὰ τὴν εἰς ἐκείνας χάριν, ἢ τοὺς οὐδὲν τούτων ἀνεχομένους, ἀλλὰ καὶ ἐπαισχυνομένους αὐτῶν τοῖς πονηροῖς ἐπιτάγμασιν·
 [00424]  Καὶ τί γὰρ ἕτερον ἀλλ' ἢ κατὰ τὰς ἄνω δυνάμεις τὰς νοερὰς καὶ ἀσωμάτους ἐκείνας πολιτεύεσθαι κελευόμεθα;
 [00429]  Οὕτω γὰρ κερδανοῦμεν μὲν ἡμᾶς αὐτοὺς, κερδανοῦμεν δὲ τὰς ἀθλίας ἐκείνας, κερδανοῦμεν δὲ τοὺς σκανδαλιζομένους, καὶ παρ' αὐτοὺς στησόμεθα τοὺς μάρτυρας, καὶ τὴν πρώτην ληψόμεθα τάξιν.
000-00-00 Serial Number=0217705131
De Anna i Ante [Go Back]  
 [00036]  [54.634] ταῦτα δὴ πάντα, παρακαλῶ κατὰ νοῦν ἀεὶ τὰς ἡμέρας ἐκείνας ἔχωμεν·
 [00305]  Μακαρία μὲν οὖν καὶ διὰ τὰς ὠδῖνας ἐκείνας, μακαρία δὲ οὐχ ἧττον καὶ διὰ τὰ πρὸ τῶν ὠδίνων ἅπαντα.
 [00461]  Εἶδες γνώμην φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας τὴν τοσαύτην ὑπομονὴν, ἀλλ' ὥσπερ ἀναγκαῖον ὄφλημα ἐκτιννὺς, καὶ οὐδὲν ἀπεικὸς παθὼν, οὕτως ἐκ περιουσίας τὸ γύναιον ἐπεστόμισε;
000-00-00 Serial Number=0351626456
De Babyla contra Julianum et gentiles Ante [Go Back]  
 [00128]  Τὰς γὰρ ἀνόμους χεῖρας ἐκείνας τοιούτῳ μολύνας αἵματι καὶ τὴν καινὴν ἐργασάμενος τραγῳδίαν ὡς οὐδὲν ὅλως τετολμηκὼς ὁ ἀναιδὴς καὶ πετρῶν αὐτῶν σκληρότερος πρὸς τὴν ἐκκλησίαν ἠπείγετο τοῦ Θεοῦ.
000-00-00 Serial Number=0248385429
De Davide et Saule Ante [Go Back]  
 [00076]  Οὐ γὰρ δὴ τὰ ᾄσματα αὐτὸς συνέθηκεν, οὐδὲ ἐκείνας λέγειν ἅπερ ἔλεγον αὐτὸς ἀνέπεισεν, οὐδὲ κατεσκεύασε τοῦτον τὸν τρόπον γενέσθαι τῆς εὐφημίας.
 [00078]  Ὁ δὲ ἐκείνας ἀφεὶς, ἐπὶ τοῦτον ᾔει.
 [00808]  Ἐγὼ δ' οὐδ' οὕτως ἐγενόμην βελτίων, ἀλλὰ καὶ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ·
000-00-00 Serial Number=0350039661
De Lazaro Ante [Go Back]  
 [00611]  ὁ δὲ ἐκείνας ἀφεὶς, περὶ τοίχους ἠσχολεῖτο.
 [01372]  Ὁ γὰρ τῶν ἀγγέλων ∆εσπότης, καὶ τῶν νεκρῶν καὶ τῶν ζώντων Κύριος, αὐτὸς ἐκείνας ἐνομοθέτησε.
 [02667]  Τάχα οἱ ἄγγελοι ἀπῆγον αὐτὸν προηγούμενοι καὶ δορυφοροῦντες, καὶ εἰς τὸ τῆς ἀνέσεως χωρίον μετὰ τὰς πολλὰς ἐκείνας θλίψεις καὶ τὴν στενὴν ὁδοιπορίαν ἀποκαθιστῶντες.
 [02672]  Ἐπειδὴ γὰρ ἐν τῇ εὐρυχώρῳ ὁδῷ τούτων ἁπάντων ἀπήλαυε, καὶ πολλοὺς ἔσχε τοὺς δορυφοροῦντας, τοὺς θεραπεύοντας, τοὺς κόλακας λέγω, τοὺς παρασίτους, ἡνίκα πρὸς τὸ τέλος ἔφθασε, γυμνὸς καὶ ἔρημος ἁπάντων γέγονε μετὰ τὰς πολλὰς ἐκείνας ἀνέσεις, μᾶλλον δὲ μετὰ τὴν βραχεῖαν ἐκείνην ἄνεσιν καὶ εὐημερίαν.
 [02739]  Ἡδέως γὰρ ταῦτα στρέφω συνεχῶς, ἵνα μηδεὶς [48.1053] τῶν ἐν πενίᾳ ἢ τῶν ἐν νόσοις ὄντων καὶ λιμῷ καταφρονήσῃ, ἑαυτὸν ταλανίζων, ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις.
000-00-00 Serial Number=0606783509
De Maccabeis Ante [Go Back]  
 [00217]  οὕτω δὴ καὶ ἡ καρδία τῆς γυναικὸς ἐκείνης, ὥσπερ τις θαλαττία πέτρα κύματα δεχομένη τὰς προσβολὰς τῶν ὀδυνῶν, αὐτὴ μὲν ἀκίνητος ἔμενε, τὰς δὲ προσβολὰς ἐκείνας στεῤῥῷ καὶ φιλοσοφίας γέμοντι διέλυε λογισμῷ·
000-00-00 Serial Number=0338932335
De fato et providentia Ante [Go Back]  
 [00387]  οἷον ἐπὶ τῶν Σοδόμων οὐχ ἁπλῶς ἀφῆκε τὸ πῦρ, οὐδὲ τὰς πόλεις ἐκείνας ἀνήρπασεν, ἀλλὰ τί;
 [00618]  Τί μικρὸν ἢ μέγα εἰπεῖν εἰς τὰς εὐθύνας ἐκείνας δυνήσονται;
000-00-00 Serial Number=0072844744
De gloria in tribulationibus Ante [Go Back]  
 [00136]  καὶ τὸ παρὸν πνευματικὸν θέατρον συγκροτήσας, Παῦλον λέγω, μετὰ τὸ τὰς μυρίας αὐτὸν ἐκείνας ἑκάστου τῶν ἁγίων καταλέξαι ταλαιπωρίας, ἃς μηδὲ ῥᾴδιον νῦν κατὰ λόγον διεξιέναι, ἐπάγει λέγων·
 [00148]  Οὔπω γὰρ τῶν μαρτύρων ἀπολαβόντων τὰς ἀμοιβὰς, οὐδὲ τὰ βραβεῖα καὶ τοὺς στεφάνους, ἀλλ' εἰς κόνιν διαλυθέντων καὶ τέφραν, μετὰ πάσης προθυμίας συντρέχομεν εἰς τὰς ἐκείνων τιμὰς, καὶ θέατρον συγκροτοῦμεν πνευματικὸν, καὶ ἀνακηρύττομεν τούτους, καὶ στεφανοῦμεν αὐτοὺς διά τε τὰ τραύματα καὶ τὸ αἷμα, διὰ τὰς βασάνους καὶ τὰς πληγὰς, διὰ τὰς θλίψεις ἐκείνας καὶ τὰς στενοχωρίας·
000-00-00 Serial Number=0767530859
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00075]  φησίν, ὅταν διὰ τὰς λειτουργίας ἐκείνας τιμῶνται καὶ θαυμάζωνται παρὰ πολλῶν, ἆρα μικρὸς οὗτος ὁ καρπός;» Σφόδρα γε·
000-00-00 Serial Number=0931702495
De incomprehensibili dei natura Ante [Go Back]  
 [00696]  Τίνος δὲ ἕνεκεν ἑτέρου, ἀλλ' ἢ διὰ τὸ μὴ φέρειν τὴν ἐκ τοῦ θρόνου λάμπουσαν ἀστραπὴν καὶ τὰς μαρμαρυγὰς ἐκείνας;
 [00861]  Ἡμεῖς δὲ οὐδὲ ἐνταῦθα τὸν λόγον ἐστήσαμεν τότε, ἀλλὰ καὶ ἐπὶ τὰς σοφὰς ἐκείνας ἀνηγάγομεν δυνάμεις τὴν διήγησιν·
000-00-00 Serial Number=0881997645
De negatione Petri Ante [Go Back]  
 [00243]  Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵν' οὕτω μετὰ παῤῥησίας καλέσῃς τὸν δυνάμενόν σοι ἀφεῖναι ταῦτα τὰ ἁμαρτήματα.
000-00-00 Serial Number=0140182018
De non iterando conjugio Ante [Go Back]  
 [00185]  πρὸς γὰρ ἐκείνας τοῦτο ποιούσας οὐδὲ διαλεχθήσομαι·
000-00-00 Serial Number=0725919425
De paenitentia [1] Ante [Go Back]  
 [00974]  Ἐπειδὴ γὰρ προτέρᾳ, καὶ δευτέρᾳ, καὶ τρίτῃ, καὶ τετάρτῃ, καὶ ταῖς μετ' ἐκείνας πληγαῖς, πολλῆς ἀπήλαυσε μακροθυμίας παρὰ τοῦ Θεοῦ, οὐδὲν ἐγένετο αὐτῷ τι χρήσιμον, ἐξετρίβη λοιπὸν καὶ ἠφανίσθη μετὰ τῆς πόλεως ἄρδην.
000-00-00 Serial Number=0825335622
De paenitentia sermo 1 Ante [Go Back]  
 [00076]  Μνημόνευε δὲ συνεχῶς μάλιστα τὰς φοβερὰς ἐκείνας τοῦ δικαστοῦ φωνὰς, ἃς πρὸς τοὺς ἐξ εὐωνύμων ἀσπλάγχνους ἐφθέγξατο, ἔτι δὲ καὶ πρὸς τὰς μωρὰς πέντε παρθένους·
000-00-00 Serial Number=0144701779
De proditione Judae Ante [Go Back]  
 [00592]  Ὅτε ταῦτα, φησὶν, ἐγένετο, ὅτε ἡ προδοσία προεχώρησεν, ὅτε ἀπώλεσεν ἑαυτὸν ὁ Ἰούδας, ὅτε τὰς παρανόμους ἐκείνας συνθήκας ἐποιήσατο, καὶ ἐζήτει, φησὶν, εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ·
000-00-00 Serial Number=0771259069
De prophetiarum obscuritate Ante [Go Back]  
 [00434]  Ὁρᾷς ὅτι ἐδεήθησαν τῆς διὰ τῶν πραγμάτων ἐκβάσεως, ἵνα σαφεστέρα γένηται ἡ προφητεία, καὶ ὅτι ἔγκλημα οὐκ εἶχον οἱ Ἰουδαῖοι μὴ συνιέντες τὰς προφητείας ἐκείνας τὰς περὶ Χριστοῦ πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας;
000-00-00 Serial Number=0825119913
De sacerdotio Ante [Go Back]  
 [00096]  Ἀλλ' ὅμως, ὅπερ ἔφην, οὐδὲν τούτων ἐγκαλῶ νῦν, οὐδὲ ὀνειδίζω τὴν ἐρημίαν εἰς ἣν κατέστησας ἡμᾶς, τὰς συνόδους διακόψας ἐκείνας ἐξ ὧν καὶ ἡδονὴν καὶ ὠφέλειαν οὐ τὴν τυχοῦσαν ἐκαρπωσάμεθα πολλάκις.
 [00169]  Οὕτω τὰς πολλὰς μυριάδας ἐκείνας τῶν Ἰουδαίων ὁ μακάριος προσηγάγετο Παῦλος.
 [00552]  Τὴν γὰρ κεφαλὴν ἰσχυροτάτην εἶναι ἐχρῆν, ἵνα τοὺς ἐκ τοῦ λοιποῦ σώματος κάτωθεν πεμπομένους ἀτμοὺς πονηροὺς διοικεῖν καὶ εἰς τὸ δέον καθιστᾶν δύνηται, ὅταν δὲ καθ' ἑαυτὴν ἀσθενὴς οὖσα τύχῃ, τὰς νοσοποιοὺς ἐκείνας προσβολὰς ἀποκρούσασθαι μὴ δυναμένη, αὐτή τε ἀσθενεστέρα μᾶλλον ἤπερ ἐστὶ καθίσταται καὶ τὸ λοιπὸν μεθ' ἑαυτῆς προσαπόλλυσι σῶμα.
000-00-00 Serial Number=0800439239
De sancta Droside martyre Ante [Go Back]  
 [00126]  οὕτω δὴ καὶ τότε ἡ μακαρία ∆ροσὶς τῷ ψόφῳ τοῦ δέρματος τὰς δυνάμεις ἐκείνας ἐφυγάδευε, καὶ οὐ τούτῳ μόνῳ τῷ τρόπῳ, ἀλλὰ καὶ ἑτέρῳ πάλιν οὐκ ἐλάττονι τούτου.
 [00149]  ὁ πατριάρχης ὁ καταφρονήσας καὶ τῆς παρούσης ζωῆς καὶ πάντων ὑπεριδὼν, οὗ οὐκ ἦν ἄξιος ὁ κόσμος, ὁ ξένος καὶ παρεπίδημος, ὁ τὰ ἐν οὐρανοῖς καθ' ἑκάστην φανταζόμενος τὴν ἡμέραν, ὁ πρὸς τὴν ἄνω βλέπων Ἱερουσαλὴμ, οὗτος ἡνίκα μὲν ἔζη διὰ τὸν τοῦ Θεοῦ φόβον καὶ τῆς πατρίδος καὶ τῆς ἐλευθερίας ἐξέπεσε, καὶ δεσμωτήριον ᾤκησε, καὶ οὐκ ἐπεστράφη πρὸς τὰς ἐπιβουλὰς ἐκείνας·
 [00193]  Μετὰ γὰρ τὰς εὐφημίας τὰς ἐν τῷ μέσῳ τὰς ὠνητὰς ἐκείνας, ἢ ἐκ φόβου τινὸς γινομένας, πάντων ἀκούσει κατηγορούντων καὶ ἐν ἀμφόδοις καὶ ἐν ἀγορᾷ, καὶ ἐν οἰκίᾳ καὶ ἐν καπηλείοις, καὶ ἐν ἑτέροις ἐργαστηρίοις, καὶ ἐν ὁδῷ καὶ ἐν χώρᾳ, καὶ πανταχοῦ τῶν ὁδευόντων ἑκάστου πρὸς τὸν πλησίον μετὰ πολλοῦ τοῦ φόβου διηγουμένου καὶ λέγοντος, οἷα αὐτὸν διαδέξεται κακὰ, οἷαι ἀπαντήσονται τιμωρίαι, οἷαι νῦν ἀναμένουσι βάσανοι.
000-00-00 Serial Number=0651275694
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00005]  μετὰ γὰρ τὰς μακαρίας ὠδῖνας ἐκείνας, καὶ τὸν φρικωδέστατον τόκον ἐξελύθη τοῦ θανάτου τὰ νεῦρα, παρελύθη ἡ τοῦ διαβόλου δύναμις, καὶ λοιπὸν οὐκ ἀνδράσι μόνον, ἀλλὰ καὶ γυναιξὶν εὐκαταφρόνητος γέγονε, καὶ οὐ γυναιξὶ μόνον, ἀλλὰ καὶ κόραις.
000-00-00 Serial Number=0205883026
De sancta pentecoste Ante [Go Back]  
 [00381]  πολλῷ γὰρ βέλτιον μικρὸν ἐνταῦθα πονήσαντας ἀπαραιτήτου κολάσεως ἀπαλλαγῆναι, ἢ τὸν βραχὺν τοῦτον ῥᾳθυμήσαντας χρόνον εἰς τὰς ἀθανάτους ἐκείνας ἐμπεσεῖν τιμωρίας
000-00-00 Serial Number=0908210933
De virginitate Ante [Go Back]  
 [01851]  Ὅτι οὔτε τὸν Ἀβραὰμ ὁ γάμος τοιοῦτον ἐποίησεν οὔτε ἡ παρθενία τὰς ἀθλίας ἐκείνας ἀπώλεσεν, ἀλλὰ καὶ τὸν πατριάρχην ἡ λοιπὴ τῆς ψυχῆς ἀρετὴ λαμπρὸν ἀπέδειξε καὶ ταύτας ἡ λοιπὴ κακία τοῦ βίου τῷ πυρὶ παρέδωκεν.
000-00-00 Serial Number=0640277505
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [01245]  ἀλλὰ μεθ' ὑπομονῆς καὶ εὐχαριστίας ἅπαντα φέρων, ἤδη ταῖς χρησταῖς ἐλπίσι τρέφηται, τὰς ἀποῤῥήτους ἐκείνας ἀναμένων ἀμοιβὰς, καὶ τῶν πόνων τὰς ἀντιδόσεις·
 [02254]  Καὶ εἴποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέ τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος θερμοτέραν ἀκτῖνα ἀφεὶς, τότε ὄψει καλῶς, ὅτι παρὰ τὸν ἔμπροσθεν χρόνον ἐν ἐσχάτῃ μὲν ἦς ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι·
 [07062]  καὶ οὐδὲ οὕτως ἐγενόμην βελτίων, ἀλλὰ μετὰ τὰς εὐεργεσίας ἐκείνας ἐπέμεινα τῇ πονηρίᾳ.
 [07944]  νῦν δὲ ἀπὸ τῆς σοροῦ καὶ τῶν σκωλήκων τούτων μετάγαγε τὸν λογισμὸν ἐπὶ τὸν ἀτελεύτητον ἐκεῖνον σκώληκα, ἐπὶ τὸν βρυγμὸν τῶν ὀδόντων, ἐπὶ τὸ σκότος τὸ ἐξώτερον, ἐπὶ τὸ πῦρ τὸ ἄσβεστον, καὶ τὰς κολάσεις τὰς πικρὰς καὶ ἀφορήτους ἐκείνας, τὰς εἰς ἀτελευτήτους αἰῶνας.
 [07976]  Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονιζέσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἄξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἐνταῦθα κακῶς ἐπλημμέλησαν.
 [09999]  ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐκείνας ἐλπίδας;
 [09999]  εἰ δὲ ταύτας οὐ φέρομεν, σχολῇ γε ἐκείνας ἐνέγκαιμεν ἄν.
 [09999]  μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον·
 [09999]  Ἕως οὖν ἐστι καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸ ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους δυνάμεις ἐκείνας διαφύγωμεν.
 [09999]  Ἀλλὰ ταῦτα πάντα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας·
000-00-00 Serial Number=0114426911
Epistula ad Cyriacum Ante [Go Back]  
 [00145]  Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον.
000-00-00 Serial Number=0118431330
Epistulae Ante [Go Back]  
 [00836]  Τὰ κύματα, ταῖς πέτραις προσρηγνύμενα, ἐκείνας μὲν οὐδὲ μικρὸν διασαλεῦσαι δύναται, ἑαυτὰ δὲ μειζόνως τῷ ῥαγδαίῳ τῆς ῥύμης διαλύοντα ἀφανίζει.
 [01794]  Τὰ κύματα, ταῖς πέτραις προσρηγνύμενα, ἐκείνας μὲν οὐδὲ μικρὸν διασαλεῦσαι δύναται, ἑαυτὰ δὲ μειζόνως τῷ ῥαγδαίῳ τῆς ῥύμης διαλύοντα ἀφανίζει.
 [02937]  ὅσῳ γὰρ ἂν πλείων ὁ πόνος ὑμῖν ἐγγένηται, τοσούτῳ καὶ μείζων ἔσται ὁ στέφανος, τοῦ Θεοῦ τὰς ἀῤῥήτους ὑμῖν καὶ ἀφάτους ἐκείνας καὶ λόγον ὑπερβαινούσας ὁρίζοντος ἀμοιβάς.
000-00-00 Serial Number=0514560163
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00245]  Πόσους τοίνυν οἴει κατὰ τὰς ἡμέρας ἐκείνας σκανδαλισθῆναι;
 [00247]  [7.5] Εἶτα μετὰ τὰς ἡμέρας ἐκείνας, πάλιν κρυπτόμενοι, λανθάνοντες, φυγαδευόμενοι οἱ μαθηταί, δεδοικότες, τρέμοντες, τόπον ἐκ τόπου συνεχῶς ἀμείβοντες, οὕτως ἐλάνθανον, καὶ μετὰ πεντήκοντα ἡμέρας ἀρξάμενοι φαίνεσθαι καὶ σημείων ἅπτεσθαι, οὐδὲ οὕτως ἀδείας ἀπήλαυσαν.
 [00337]  Ἤκουσας γάρ μου πολλάκις καὶ ἰδίᾳ καὶ δημοσίᾳ διαλεγομένου τίς ποτέ ἐστι τῆς παρθενίας ὁ ὅρος, καὶ ὡς οὐκ ἂν κωλυθείης ποτὲ εἰς τὸν ἐκείνων καταλεγῆναι χορόν, μᾶλλον δὲ καὶ ἐκείνας ὑπερβῆναι μετὰ πολλῆς τῆς περιουσίας ἡ πολλὴν ἐν τοῖς ἄλλοις ἐπιδειξαμένη φιλοσο φίαν.
 [00437]  Πάλιν οἱ μηδὲν ἑαυτοῖς συνειδότες ἀλλὰ κατορθώμασι κομῶντες, ἂν πάθωσί τι τοιοῦτον, τὸν περὶ τῆς ἀναστάσεως εἰδότες λόγον καὶ τὰς ἀμοιβὰς ἐννοῦντες ἐκείνας, οἴδασιν ὅτι ἆθλοι τὰ συμβαίνοντα καὶ μυρίων στεφάνων ὑποθέσεις.
 [00696]  Πλὴν ἀνάγνωθι ἐκείνας καὶ οὐκ ἔτι ταῦτα ἐρεῖς, κἂν μυριάκις φιλονεικῇς ἀθυμεῖν.
000-00-00 Serial Number=0039247394
Fragmenta in Jeremiam Ante [Go Back]  
 [04975]  *∆ιαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ καὶ τῷ οἴκῳ Ἰούδα, μετὰ τὰς ἡμέρας ἐκείνας, φησὶ Κύριος, διδοὺς τοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τοῦ στήθους τῆς καρδίας αὐτῶν γράψω αὐτούς.
000-00-00 Serial Number=0513464510
Fragmenta in Job Ante [Go Back]  
 [00924]  Εἶδες ἄνδρα φιλόθεον, καὶ πῶς οὐ μεγαλοφρονεῖ, οὐδὲ ἐναβρύνεται, ἐπὶ τῷ γενναίως ἐνεγκεῖν τὰς ὑπὲρ φύσιν ἐκείνας πληγὰς, οὔτε σοφίας εἶναι νομίζει καὶ μεγαλοψυχίας, τοσαύτην ὑπομονήν·
 [01243]  καὶ ἔφευγε μὲν, ὡς ἀπὸ κυμάτων, τῆς ἡμέρας, διὰ τὰς ἀκαρτερήτους ὀδύνας ἐκείνας, εὕρισκε δὲ τρικυμίας, καὶ στροβίλους, καὶ ὑφάλους, καὶ σπιλάδας, ὡς πάλιν τὰ ἐν τῇ ἡμέρᾳ κύματα ζητεῖν·
000-00-00 Serial Number=0383476734
Homilia dicta postquam reliquiae martyrum Ante [Go Back]  
 [00067]  ἐκείνας μὲν γὰρ ὁ ἥλιος ἀνίσχων ἔκρυπτε καὶ ἀμαυροτέρας ἐτίθει, τὰς δὲ ἐν τῇ ἑκάστου διανοίᾳ φαιδροτέρας ἐδείκνυ·
000-00-00 Serial Number=0582949340
In Acta apostolorum Ante [Go Back]  
 [00396]  Πῶς οἴεσθε ὀδυνῶμαι, ὅταν ἀκούσω, ὅτι ἀμύητός τις ἀπηνέχθη ἐντεῦθεν, τὰς ἀφορήτους ἐννοῶν κολάσεις ἐκείνας, τὴν ἀπαραίτητον τιμωρίαν;
 [01484]  ἀλλ' ὕστερον, ὅτε ἐπεπόνθεσαν τὰ πικρὰ ἐκεῖνα, καὶ πάντων χαλεπώτερα, ὅτε τὴν πόλιν κατερειπομένην εἶδον, καὶ τὸ πῦρ ἀναπτόμενον, καὶ τὰ τείχη ῥιπτούμενα χαμαὶ, καὶ τὰς ποικίλας βακχείας ἐκείνας, ἃς οὐδεὶς παραστῆσαι [60.48] δύναται λόγῳ, οὐκ ἔτι ἐγέλων Οὕτω καὶ ὑμεῖς τότε οὐ γελάσεσθε, ὅταν ὁ τῆς κρίσεως ἐπιστῇ καιρὸς, ὅταν τὸ τῆς γεέννης ἀναφθῇ πῦρ.
 [01784]  ∆ιὰ τούτους τὰς οὐσίας ἔχομεν ἕκαστος, δι' ἐκείνας δὲ τὰς ἑορτὰς καὶ ἐπιβλαβῶς κενοῦμεν αὐτὰς, οὐ λῃστῶν ἐπεισελθόντων, ἀλλὰ τῆς μεθ' ἡδονῆς λῃστευούσης κενοδοξίας.
 [01840]  Μᾶλλον δὲ οὐκ ἐβούλετο ὁ Χριστὸς εἰς ἐκείνας τὰς στήλας ἐνορᾷν ἡμᾶς μόνον, ἀλλὰ καὶ αὐτοὺς εἶναι στήλας.
 [01841]  Ἐπειδὴ δὲ ἀναξίους ἑαυτοὺς τῶν γραμμάτων τούτων κατεστήσαμεν, κἂν εἰς ἐκείνας ἴδωμεν.
 [02614]  μετ' ἐκείνας εἰς ἀνάγκην περιπεσόντες, τὸ συλλεχθὲν κέρδος ἅπαν ἐσκορπίσαμεν·
 [03723]  Ποιεῖ δὲ τοῦτο ὁ Θεὸς καὶ διὰ φόβον μείζονα, καὶ εἰς θάρσος αὐτοὺς ἐνάγων μετὰ τὰς ἀπειλὰς ἐκείνας, καὶ εἰς παῤῥησίαν πλείονα ἀλείφων.
 [08662]  Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται.
 [09999]  οὐ γὰρ ἴσον δημοσίᾳ τε ὑβρίζεσθαι καὶ ἰδίᾳ, ἀλλ' ἐκείνας μὲν καὶ φέρομεν εὐκόλως τὰς ὕβρεις, ὅταν ἐπ' ἐρημίας, ὅταν μηδενὸς ὄντος τοῦ μαρτυροῦντος τοῦτο πάθωμεν, μηδὲ τοῦ συνειδότος.
000-00-00 Serial Number=0493503690
In Genesim sermones Ante [Go Back]  
 [00832]  Οὕτω γὰρ ἀπεδέξατο τὴν θέσιν τῶν ὀνομάτων ὁ Θεὸς, ὡς μηκέτι κινῆσαι τὰς προσηγορίας ἐκείνας, μηδὲ ἁμαρτόντος αὐτοῦ θελῆσαι ἀνελεῖν τὰς ἐπωνυμίας αὐτῶν.
000-00-00 Serial Number=0422424138
In Heliam et viduam Ante [Go Back]  
 [00009]  καὶ αἱ τὰς πύλας τῶν οὐρανῶν ἐγκεχειρισμέναι δυνάμεις, ἂν μὲν ἴδωσι τὴν ἐλεημοσύνην ἐπιβαίνουσαν, μετὰ πολλῆς τῆς τιμῆς καὶ ταῖς ἄλλαις δι' αὐτὴν τὰς πύλας ἐκείνας ἀνοίγουσιν ἀρεταῖς·
000-00-00 Serial Number=0091412306
In Isaiam Ante [Go Back]  
 [01327]  Οὐ γὰρ δὴ μόνον πρὸς ἐκείνας, ἀλλὰ καὶ πρὸς ταύτας εἰρήσεται τὸ ἐπαγόμενον ὅτι Ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός.
 [01952]  Οὐ γὰρ δὴ πτερὰ ἐπὶ τὰς ἀσωμάτους δυνάμεις ἐκείνας·
000-00-00 Serial Number=0404699266
In Joannem Ante [Go Back]  
 [01776]  ∆έος γὰρ οὐ μικρὸν, μήποτε τὴν καλὴν ταύτην μολύναντες στολὴν, τῇ μετὰ ταῦτα ῥᾳθυμίᾳ καὶ τοῖς πλημμελήμασιν ἐκβληθῶμεν τῆς παστάδος καὶ τοῦ νυμφῶνος, κατὰ τὰς πέντε παρθένους ἐκείνας τὰς μωρὰς, ἢ κατὰ τὸν οὐκ ἔχοντα ἔνδυμα γάμου.
 [06005]  ἀλλὰ μὴ ἐκείνας, ὧν ὁ ζῆλος αἰσχύνην φέρει τῷ μιμουμένῳ.
000-00-00 Serial Number=0441583991
In Kalendas Ante [Go Back]  
 [00164]  Ἂν μὴ τὰς φιλίας ἐκείνας ἐφελκώμεθα, ὅθεν ἐστὶ χρήματα λαβεῖν, ὅθεν κοινωνῆσαι τραπέζης, ὅθεν προστασίας ἀνθρωπίνης τυχεῖν, ἀλλ' ἐκείνους θηρεύωμεν καὶ ποιῶμεν φίλους, τοὺς δυναμένους ἡμῶν ἀεὶ ῥυθμίσαι τὴν ψυχὴν, συμβουλεῦσαι τὰ δέοντα, ἁμαρτάνουσιν ἐπιτιμῆσαι, πλημμελοῦντας ἐλέγξαι, ὑποσκελιζομένους ἀνορθῶσαι, καὶ συμβουλῇ καὶ εὐχαῖς βοηθοῦντας προσαγαγεῖν τῷ Θεῷ.
000-00-00 Serial Number=0588192999
In Psalmos 101-107 Ante [Go Back]  
 [00177]  Ηὔχετο γὰρ ἰδεῖν, εἰ φθάσει εἰς ἐκείνας τὰς ἡμέρας ἡ ζωὴ αὐτοῦ, καθ' ἃς ἔμελλεν ἐνανθρωπήσας ἐπὶ γῆς φαίνεσθαι ὁ Μονογενής.
000-00-00 Serial Number=0814076424
In Psalmum 050 homilia 1 Ante [Go Back]  
 [00016]  Ἄφες ἐκείνας τὰς εἰκόνας, καὶ βλέπε ταύτην τὴν θεωρίαν.
000-00-00 Serial Number=0826794803
In Psalmum 118 Ante [Go Back]  
 [00517]  Εἰς ἐκείνας γὰρ, φησὶν, ἐλπίζειν ἐδί δαξάς με.
000-00-00 Serial Number=0655033708
In catenas sancti Petri Ante [Go Back]  
 [00039]  τὰς μετὰ παῤῥησίας ἐκείνας πρὸς Ἰουδαίους δημηγορίας·
000-00-00 Serial Number=0758634865
In decem virgines Ante [Go Back]  
 [00008]  ὅταν ταῦτα πάντα ἐν τῇ ψυχῇ μου μεριμνήσω, μακαρίζω τὰς φρονίμους ἐκείνας παρθένους, ἃς ἡμῖν ἀρτίως ἡ τῶν Εὐαγγελίων παρήγαγε βίβλος, ὅτι πρὸς τοῦ ὕπνου κατηγωνίσαντο τοῦ πάθους, ὅτι τὸ εὐόλισθον καὶ ἐμπαθὲς τῆς ἐπικήρου ζωῆς βδελυξάμεναι, τῆς ἀκηράτου καὶ θείας ζωῆς ἀξίως ἐφρόντισαν, ὅτι τὸ ἀπαραίτητον τοῦ χρόνου σκοπήσασαι, τὴν ὥραν τῆς παρουσίας ἐτήρησαν, καὶ τῆς ἐπιστασίας ἐκείνου τοῦ ἀφθάρτου νυμφίου τὸν φόβον ἐνεθυμήθησαν, καὶ τὸ νυκτερινὸν δοκιμάσασαι [59.528] σκότος, ἀκριβῶς τῶν λαμπάδων ἐφρόντισαν.
000-00-00 Serial Number=0120377779
In dictum Pauli Nolo vos ignorare Ante [Go Back]  
 [00086]  Ἐκείνη δὲ χώρα δι' οὐδεμίαν ἑτέραν ἁμαρτίαν τοσαύτην ἔδωκε δίκην, ἢ ὅτι παρανόμους εἰσήγαγον μίξεις οἱ τὰς πόλεις οἰκήσαντες ἐκείνας, καὶ ἀθέσμους ἔρωτας, καὶ τοὺς τῆς φύσεως νόμους ἐκ βάθρων ἀνέτρεψαν.
 [00216]  Οὐχὶ ἡ φύσις τοῦ λίθου, φησὶν, ἀλλ' ἡ δύναμις τοῦ ἐνεργοῦντος Θεοῦ τὰς πηγὰς ἐκείνας ἠφίει.
000-00-00 Serial Number=0705009878
In dictum Pauli Oportet haereses esse Ante [Go Back]  
 [00064]  ὁ δὲ Ἰούδας, ἐπειδὴ ἠμελημένος καὶ ῥᾴθυμος ἦν, οὐδὲν παρὰ τῆς τοῦ Χριστοῦ συνουσίας ἐκέρδανεν, ἀλλ' ἔμεινεν ὢν προδότης μετὰ τὰς πολλὰς παραινέσεις ἐκείνας καὶ συμβουλάς·
000-00-00 Serial Number=0879031062
In epistulam II ad Corinthios Ante [Go Back]  
 [02148]  ∆είκνυσι γὰρ τὸν φέροντα δοξαζόμενον, οὐκ ἐκείνας.
 [02855]  Ὅλως γὰρ ὑποπτεύεις τὰς ἀθανάτους ἐλπίδας ἐκείνας;
 [02971]  Ἕως οὖν ἐστι [61.466] καιρὸς, προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ἵνα ἥμερον αὐτὸν ἴδωμεν τότε καὶ γαληνὸν, ἵνα τὰς ἀπειληφόρους ἐκείνας δυνάμεις διαφύγωμεν.
 [02973]  Ἀλλὰ πάντα ταῦτα παίγνια καὶ γέλως πρὸς ἐκείνας τὰς τιμωρίας.
 [05965]  Ἐπειδὴ γὰρ διέβαλλον αὐτὸν ὡς ἀλαζόνα καὶ λόγοις κομπάζοντα, ἔργοις δὲ οὐδὲν δυνάμενον ἐπιδεῖξαι, ἀναγκάζεται λοιπὸν εἰς ἐκείνας τὰς ἀποκαλύψεις ἐλθεῖν.
 [06367]  Ἐπειδὴ γὰρ ἔμπροσθεν ὑπὸ τῆς μέθης τῶν χρημάτων οὐδὲν τοιοῦτον ἐννοοῦσιν, ἀλλ' ἐν τῷ καιρῷ ἐκείνῳ, ὅτε καὶ ἡ ὄψις τοῦ κειμένου πιστοῦται τὸ λεγόμενον, σωφρονείσθωσαν, παιδευέσθωσαν, ἐννοοῦντες ὅτι μικρὸν ὕστερον καὶ αὐτοὺς ἥξουσιν οἱ ἀπάγοντες ἐπὶ τὰς φοβερὰς ἐκείνας εὐθύνας, καὶ τὸ δοῦναι δίκην ὧν ἥρπασαν, ὧν ἐπλεονέκτησαν.
 [07178]  ἡ κόνις καὶ τὰ ὀστᾶ καὶ ἡ τέφρα τὰς ἀοράτους ἐκείνας διαξαίνει φύσεις.
000-00-00 Serial Number=0760715067
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00428]  ∆ιὸ, παρακαλῶ, κἂν νῦν ἀνανήψωμεν, ἔχωμεν τὴν γέενναν πρὸ ὀφθαλμῶν, ἐννοῶμεν τὰς εὐθύνας ἐκείνας τὰς ἀπαραιτήτους·
 [01272]  ἐν τῷ γὰρ ῥυθμίζειν ἐκείνας καὶ ἑαυτοὺς τὰ μέγιστα ὀνήσομεν.
000-00-00 Serial Number=0341920376
In epistulam II ad Timotheum Ante [Go Back]  
 [02479]  Οὐκοῦν τὰ ἄνω [62.654] ζητῶμεν, καὶ ταχέως τὰς ἀκτῖνας ἐκείνας ἐπισπασόμεθα.
000-00-00 Serial Number=0607032478
In epistulam I ad Corinthios Ante [Go Back]  
 [06592]  Οὗτοι πολλάκις ὑμῖν ἐλεεινοῖς καὶ σχήμασι καὶ ῥήμασιν ἐντυχόντες, ἐπειδὴ οὐδὲν ὤνησαν τὰς ἱκετηρίας ἀφέντες ἐκείνας, τοὺς θαυματοποιοὺς ὑμῖν λοιπὸν παρήλασαν, οἱ μὲν δέρματα ὑποδημάτων μασώμενοι πεπονηκότων, οἱ δὲ κατὰ τῆς κεφαλῆς ἥλους ὀξεῖς διαπείροντες, ἕτεροι πεπηγόσιν ὕδασιν ὑπὸ τοῦ κρυμοῦ γυμνῇ τῇ γαστρὶ προσομιλοῦντες, ἄλλοι δὲ ἕτερα ἀτοπώτερα τούτων ὑπομένοντες, ἵνα τὸ πονηρὸν περιστήσωσι θέατρον.
 [06620]  οὐ γὰρ ἡμεῖς ἐσμεν οἱ τὰς κεφαλὰς καθηλοῦντες ἐκείνας.
 [06700]  Κἂν ταύτην δυνηθῶμεν παρασχεῖν, τὰς ἀφορήτους ἐκείνας ὀδύνας τῆς γεέννης διαφευξόμεθα, καὶ τῶν μελλόντων ἐπιτευξόμεθα ἀγαθῶν·
 [07165]  Καὶ τὴν αἰτίαν δὲ τέθεικε, δι' ἣν εἰς τὰς τραπέζας ἐκείνας ἔτρεχον·
 [08091]  Ἦσαν γὰρ, ὅπερ [61.217] ἔφην, καὶ ἄνδρες καὶ γυναῖκες προφητεύοντες, καὶ γυναῖκες τὸ χάρισμα τοῦτο ἔχουσαι τότε, ὡς αἱ τοῦ Φιλίππου θυγατέρες, ὡς ἕτεραι πρὸ ἐκείνων καὶ μετ' ἐκείνας·
 [08176]  ἵνα μήτε τοὺς ἄνδρας ἐπάρῃ πλέον τοῦ δέοντος, μήτε ἐκείνας ταπεινώσῃ, ὅρα πῶς [61.219] ἐπάγει τὴν διόρθωσιν, λέγων·
 [08265]  Πάλιν μετὰ τὰς πολλὰς ταλαιπωρίας ἐκείνας καὶ τοὺς μόχθους καὶ τοὺς ἱδρῶτας τῶν πάντων κύριος γενόμενος, παρεχώρησε τῶν πρωτείων τῷ Λώτ·
 [09999]  [61.320] ὅταν δὲ καὶ ταῦτα εἰς μέσον ἀγάγωμεν, οὐδὲ ἔνεστιν εἰπεῖν ὅση τῶν σωφρονούντων ἡ ἡδονὴ, ὅταν ἀνα-πλάττῃ παρ' ἑαυτῷ τοὺς στεφάνους, τὰ βραβεῖα, τὴν μετὰ τῶν ἀγγέλων ὁμιλίαν, τὴν ἐπὶ τῆς οἰκου-μένης ἀνάῤῥησιν, τὴν παῤῥησίαν, τὰς χρη-στὰς καὶ ἀθανάτους ἐλπίδας ἐκείνας.
000-00-00 Serial Number=0723012090
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [01831]  οὐδεὶς ὁ κατέχων, οὐδεὶς ὁ ἐπισύρεσθαι τὰς ἁλύσεις ἐκείνας ἀναγκάζων.
000-00-00 Serial Number=0828625500
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01678]  Τί ἄν τις εἴποι περὶ τῶν ὀφθαλμῶν τὰς μυρίας ἐκείνας περιστροφάς;
 [01739]  Ταῦτα εἰρήκαμεν οὐ πρὸς πάσας, μᾶλλον δὲ πρὸς πάσας, τὰς μὲν ὑπευθύνους, ἵνα σωφρονῶσι, τὰς δὲ ἀνευθύνους, ἵνα ἐκείνας σωφρονίζωσιν.
 [02981]  τί δὲ τὰς δεξαμενὰς ἐκείνας, τὸ ἧπαρ, τὸν σπλῆνα;
 [03100]  καὶ μὴν καὶ ἐκείνας πολλὴν ἀπῄτησε τὴν ἀκρίβειαν, καὶ ἄκραν τὴν ἀρετήν.
 [03423]  Ὁρᾷς πῶς πάλιν ὄντως χήρας λέγει ἐκείνας τὰς μεμονωμένας, τὰς οὐδαμόθεν ἐχούσας παραμυθίαν;
000-00-00 Serial Number=0588628531
In epistulam ad Colossenses Ante [Go Back]  
 [02424]  οὕτως οὐ τὴν προτέραν νέκρωσιν λέγει, οὐδὲ τὰς πορνείας ἐκείνας, ἀλλὰ τὰς ἐπιγινομένας ὕστερον.
000-00-00 Serial Number=0765589654
In epistulam ad Ephesios Ante [Go Back]  
 [03773]  Ταύτας δὴ τὰς οὕτως ἁπαλὰς κόρας ἤκουσα ἐγὼ, ὅτι εἰς τοσαύτην σκληραγωγίαν ἑαυτὰς ἤγαγον, ὡς τὰ τραχύτερα τῶν τριχίνων περιθέσθαι ἑαυτῶν τοῖς σώμασι γεγυμνωμένοις, καὶ ἀνυποδήτους εἶναι τὰς ἁπαλὰς πτέρνας ἐκείνας, καὶ ἐπὶ στιβάδος κατακεῖσθαι·
 [03850]  Ταῦτα οὐκ ἐκείνας ἐπᾶραι βουλόμενος εἶπον, ἀλλ' ἡμᾶς αὐτοὺς ἐντρέψαι καὶ παιδεῦσαι καὶ νουθετῆσαι, ὥστε τὴν προσήκουσαν ἡμῖν ἀρχὴν ἀναλαβεῖν, μὴ κατὰ τὸ μεῖζον, ἀλλὰ κατὰ τὴν πρόνοιαν καὶ τὴν προστασίαν καὶ τὴν ἀρετήν.
 [06052]  Μάλιστα ὑμεῖς αἱ γυναῖκες, τὰς θαυμαστὰς ἐκείνας γυναῖκας ζηλώσατε.
000-00-00 Serial Number=0801295638
In epistulam ad Hebraeos Ante [Go Back]  
 [01500]  Ἰδοὺ τοίνυν καὶ ὑμῖν κἀκείναις δι' ὑμῶν παραινῶ, ὥστε μήτε ὑμᾶς καλεῖν τὰς τοιαύτας, μήτε ἐκείνας παραγίνεσθαι.
 [01502]  εἰ δὲ, ὅπερ ἀπείη, καταφρονηθῶμεν, ἀναγκασθησόμεθα λοιπὸν εἰς ἔργον ἀγαγεῖν τὴν ἀπειλὴν, ὑμᾶς μὲν τοῖς νόμοις παιδεύοντες τοῖς ἐκκλησιαστικοῖς, ἐκείνας δὲ ὡς ἐκείναις προσῆκόν ἐστιν.
 [01813]  εἰ δὲ ταύτας οὐ φέρομεν, σχολῇ γε ἐκείνας ἐνέγκοιμεν ἄν.
 [02717]  Μετ' ἐκείνας, ἡ Ἀρείου.
 [03522]  ἐκείνας καὶ ὁ τυχὼν ἐργάσασθαι δύναιτ' ἂν, ταύτας δὲ ὀλίγοι.
 [04467]  Ὅτι αὕτη ἡ διαθήκη, φησὶν, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ καρδίας αὐτῶν ἐπιγράψω αὐτούς·
 [04593]  Ἴστε οὖν ὅτι καὶ τὰς ἡμέρας τῶν ἀγώνων, καὶ τὰς νύκτας ἐκείνας, δι' ὅλης νυκτὸς ὁ κήρυξ οὐδὲν ἄλλο φροντίζει, οὐδὲν ἄλλο μεριμνᾷ, ἢ ὅπως ἐξελθὼν μὴ ἀσχημονήσῃ, ὁ ἀγωνιζόμενος.
 [04795]  μᾶλλον δὲ ἐκείνας εἰκός ἐστι παραιτήσασθαι, ἢ τοῦτον.
 [05490]  Μετὰ γὰρ τὸ εἰρηκέναι, Αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι πρὸς αὐτοὺς, μετὰ τὰς ἡμέρας ἐκείνας, λέγει Κύριος, διδοὺς νόμους μου ἐπὶ καρδίας αὐτῶν, καὶ ἐπὶ τῶν διανοιῶν αὐτῶν ἐπιγράψω αὐτοὺς, καὶ τῶν ἁμαρτιῶν αὐτῶν, καὶ τῶν ἀνομιῶν αὐτῶν οὐ μὴ μνησθῶ ἔτι.
 [09291]  οὗτοι ἐκείνας τὰς οἰκίας οἰκοδομοῦσι.
000-00-00 Serial Number=0181909621
In epistulam ad Romanos Ante [Go Back]  
 [00039]  Τούτου δὲ ὁμολογουμένου, κἀκεῖνο δῆλον, ὅτι αὕτη μετ' ἐκείνας ἡ Ἐπιστολή.
 [01870]  Ἀπηνέχθησάν ποτε αἰχμάλωτοι Ἰουδαῖοι, καὶ τῶν Περσῶν ἐπικειμένων καὶ ἀξιούντων ᾄδειν αὐτοῖς τὰς θείας ᾠδὰς ἐκείνας, ἔλεγον·
 [04905]  [60.520] λάμπον ὁρῶν ἐν σοὶ τότε, κολάσει σε παραδοῦναι, οὕτως οὐ καταδέξεται, ἐσβεσμένον ἰδὼν, εἰς τὸν νυμφῶνα εἰσαγαγεῖν, καθάπερ οὐδὲ τὰς παρθένους ἐκείνας.
 [05078]  ἀλλ' ὅμως οὐ τίθησιν αὐτὰ νῦν, οὐδὲ λέγει τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, ἀλλὰ τὰ μέλλοντα.
 [05172]  Καὶ ταύτην πρώτην ἀφίεμεν φωνὴν, μετὰ τὰς θαυμαστὰς ὠδῖνας ἐκείνας, καὶ τὸν ξένον καὶ παράδοξον τῶν λοχευμάτων νόμον.
 [05618]  ∆ιὰ τοῦτο ἔρημοι πάντων ἐσμὲν τῶν ἀγαθῶν, καὶ τῶν σφόδρα πενήτων πτωχότεροι, ὅτι ταύτας καλλωπίζομεν τὰς οἰκίας, ἃς οὐ δυνάμεθα λαβόντες ἐντεῦθεν ἀπελθεῖν, ἀφέντες ἐκείνας, ἃς μεθ' ἡμῶν αὐτῶν συμμεταθεῖναι ἔνι.
 [07288]  Ἀλλὰ τὰς παρθένους ἐκείνας;
 [09935]  Παραγενόμενος τοίνυν ὁ Υἱὸς συνέπραξε τῷ Πατρὶ, εἰς τὸ τὰς ἐπαγγελίας ἐκείνας ἀληθεῦσαι, καὶ εἰς τέλος ἐξελθεῖν.
 [09999]  καὶ ταῦτα πάντα συναγαγὼν πεῖσον τὴν ψυχὴν μὴ μάτην ληρεῖν, ἵνα μὴ διὰ τῆς πείρας μάθῃ τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθεῖσα καὶ τὰς βασάνους ἐκείνας δυνηθῇ διαφυγεῖν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0014371872
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00835]  Κατάβαλε τοίνυν ἀργύριον εἰς τὰς τῶν πενήτων χεῖρας, καὶ ἀπόσμηξον τὰς κηλῖδας ἐκείνας, ἵνα μετὰ παῤῥησίας καλέσῃς
000-00-00 Serial Number=0281572521
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00144]  φιλόστοργοι, κηδεμονικαὶ, πατρικὴν εὔνοιαν ἀποκρύ πτουσαι τῷ φίλτρῳ, καὶ τὴν τῆς φύσεως φιλοστοργίαν νικῶσαι, καὶ τὰς ὠδῖνας ὑπερβαίνουσαι ἐκείνας·
000-00-00 Serial Number=0123708367
In illud Ne timueritis Ante [Go Back]  
 [00448]  Εἶτα ἂν εἰσέλθῃ ὁ Ἕλλην, καὶ ἴδῃ ἄνω μὲν φορούσας ταῦτα ἐκείνας, κάτω δὲ Παῦλον ταῦτα λέγοντα, οὐκ ἐρεῖ, ὅτι σκηνὴ καὶ μῦθος ταῦτά ἐστιν;
000-00-00 Serial Number=0853587449
In illud Salutate Priscillam et Aquilam Ante [Go Back]  
 [00259]  Καὶ γὰρ τὰς παρθένους ἐκείνας διὰ τοῦτο ἐκόλασεν, ἐπειδὴ ἔλαιον οὐκ εἶχον ἐν ταῖς λαμπάσιν αὐτῶν·
000-00-00 Serial Number=0332590342
In illud Vidi dominum Ante [Go Back]  
 [00325]  Οὐ γὰρ τοσοῦτον τοῦ ∆ανιὴλ πρὸς τὸν ἄγγελον τὸ μέσον, ὅσον τοῦ Θεοῦ πρὸς τὰς δυνάμεις ἐκείνας.
 [01319]  Ὅτι οὐχ οὕτω δείκνυσι τὰς δυνάμεις ἐκείνας μεγάλας οὔσας, τὸ Σεραφὶμ εἶναι, ὡς τὸ ἐγγὺς ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ.
000-00-00 Serial Number=0577161252
In illud Vidua eligatur Ante [Go Back]  
 [00068]  [51.324] κωλύσομεν οὖν ἐκείνας, εἰπέ μοι, καὶ βουλομένας ἐν χηρείᾳ ζῇν ἀναγκάσομεν δευτέροις ὁμιλῆσαι γάμοις;
 [00095]  Ὥστε πρὸς ἐκείνας ὁ λόγος αὐτῷ.
000-00-00 Serial Number=0736209750
In parabolam de ficu Ante [Go Back]  
 [00005]  Ὁμοίως δὲ καὶ ὁ ἀκούων διὰ λόγων πράξεις καὶ ἱστορίας, πρὸς ἐκείνας τὴν διάνοιαν ἀνατείνει, ὡς εἶναι τὸν τοιοῦτον τῷ μὲν σώματι ἐν τῷδε τῷ τόπῳ, τῇ δὲ διανοίᾳ ἐν ἐκείνῳ τῷ τόπῳ, ἔνθα ὁ λόγος τῆς ἱστορίας διαστρέφει τὸ πρᾶγμα.
000-00-00 Serial Number=0768280566
In poenitentiam Ninivitarum Ante [Go Back]  
 [00027]  Ὢ ξένου θαύματος, φοβεροῦ μὲν ἀνθρώποις, ἀγγέλοις δὲ ποθεινοῦ! Ἐννόησόν μοι τὰς πολλὰς μυριάδας ἐκείνας ἀνδρῶν ὁμοῦ καὶ γυναικῶν καὶ παίδων σακκοφορούσας, καὶ εἰς ταὐτὸ συνηθροισμένας·
000-00-00 Serial Number=0581919193
In principium Actorum Ante [Go Back]  
 [00749]  Κἂν πρὸς Ἰνδοὺς ἀπέλθῃς, οὓς πρώτους ἀνίσχων ὁ ἥλιος ὁρᾷ, κἂν εἰς τὸν ὠκεανὸν ἀπέλθῃς, κἂν πρὸς τὰς Βρεταννικὰς νήσους ἐκείνας, κἂν εἰς τὸν Εὔξεινον πλεύσῃς πόντον, κἂν πρὸς τὰ νότια ἀπέλθῃς μέρη, πάντων ἀκούσῃ πανταχοῦ τὰ ἀπὸ τῆς Γραφῆς φιλοσοφούντων, φωνῇ μὲν ἑτέρᾳ, [51.88] πίστει δὲ οὐχ ἑτέρᾳ, καὶ γλώσσῃ μὲν διαφόρῳ, διανοίᾳ δὲ συμφώνῳ.
 [01508]  ∆ιὰ τοῦτο διέσπειρεν αὐτοὺς πανταχοῦ τῆς οἰκουμένης, ἵνα καὶ ἡμεῖς ἐκ τούτου κερδάνωμέν τι, τουτέστιν ἐκείνας τὰς προῤῥήσεις ὁρῶντες τὰς περὶ τῆς διασπορᾶς αὐτῶν εἰρημένας, τὰς περὶ τῆς ἁλώσεως τῶν Ἱεροσολύμων, ἃς καὶ ὁ ∆ανιὴλ τοῦ βδελύγματος τῆς ἐρημώσεως μνησθεὶς, καὶ ὁ Μαλαχίας εἰπὼν, Ὅτι καὶ ἐν ὑμῖν συγκλεισθήσονται πύλαι, καὶ ὁ ∆αυῒδ καὶ ὁ Ἡσαΐας καὶ ἕτεροι πολλοὶ προφῆται περὶ τούτων προανεφώνησαν, ἵνα ὁρῶντες τοὺς περὶ τὸν ∆εσπότην ἀγνώμονας γεγενημένους οὕτω κολαζομένους, ἐκπεπτωκότας τῆς ἐλευθερίας τῆς πατρικῆς καὶ τῶν οἰκείων ἁπάντων θεσμῶν τε καὶ πατρικῶν παραδόσεων, μάθωμεν αὐτοῦ τὴν δύναμιν τὴν προειποῦσαν αὐτὰ καὶ ἐργασαμένην, καὶ οἱ μὲν ἐχθροὶ διὰ τῶν ἡμετέρων ἀγαθῶν ἴδωσιν αὐτοῦ τὴν ἰσχύν·
000-00-00 Serial Number=0098950088
In sanctum Ignatium martyrem Ante [Go Back]  
 [00188]  Καὶ τότε μὲν τὰς πόλεις ἁπάσας ἐκείνας ὤνησε καὶ ἀνώρθω σεν·
000-00-00 Serial Number=0611517072
In sanctum Stephanum i Ante [Go Back]  
 [00064]  τὸν θρόνον τὸν βασιλικὸν, πρὸς ἐκεῖνα ἔτρεχε τὰ βραβεῖα τῆς ἄνω κλήσεως, ἐκείνας ἐπόθει τὰς βασιλικὰς δωρεὰς τὰς παρὰ τοῦ ἐπουρανίου βασιλέως διανεμομένας τοῖς οἰκείοις αὐτοῦ ἀγωνισταῖς.
000-00-00 Serial Number=0070337117
In secundum domini adventum Ante [Go Back]  
 [00299]  [59.628] ἵνα μὴ διὰ τῆς πείρας μάθητε τὴν γέενναν, ἀλλ' ἐντεῦθεν σωφρονισθέντες τὰς βασάνους ἐκείνας δυνήσησθε ἐκφυγεῖν, καὶ τῶν μελλόντων ἀγαθῶν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0141813993
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [01455]  Πάσας γὰρ ἐκείνας ἐνίκησε.
 [01823]  Ὅρα δὲ καὶ μετὰ τὰς θλίψεις ἐκείνας οὐ θαῤῥοῦντα προσελ θεῖν, ἕως εἶδε τὸν χρόνον πληρωθέντα.
000-00-00 Serial Number=0271072328
Peccata fratrum non evulganda Ante [Go Back]  
 [00225]  ∆ιὰ τοῦτο ἐκείνας ἀφεὶς, ἀπ' αὐτῆς ἐννοῆσαι τῆς συγγενίδος τῆς Ἐλισάβετ τὸ ἐπ' αὐτῇ προεβάλλετο, ὥστε ἀπ' ἐκείνης πρὸς τὸν οἰκεῖον αὐτὴν τόκον ἐναγαγεῖν τὸν φρικωδέστατον ἐκεῖνον καὶ σεμνότατον.
000-00-00 Serial Number=0789730430
Quod nemo laeditur nisi a se ipso Ante [Go Back]  
 [00224]  Μὴ γάρ μοι τὰς ἐν τῷ φανερῷ διὰ φόβον καὶ θωπείαν γινομένας εὐφημίας ἴδῃς αὗται γάρ εἰσιν τὰ χρώματα καὶ αἱ ἐπιγραφαί ἀλλὰ τὸ ἑκάστου συνειδὸς τῶν τὰ τοιαῦτά σε κολακευόντων ἀνάπτυξον καὶ ὄψει μυρίους ἔνδον καταβοῶντάς σου κατηγόρους καὶ τῶν μάλιστα ἐχθρῶν καὶ πολεμίων μᾶλλον ἀποστρεφομένους καὶ μισοῦντας καὶ εἴ ποτε τὸ ἐκ τοῦ φόβου τούτου συγκείμενον προσωπεῖον μεταβολὴ πραγμάτων ἐπελθοῦσα ἀφανίσειέν τε καὶ διελέγξειε, καθάπερ τὰς ὄψεις ἐκείνας ἥλιος, θερμοτέραν ἀκτῖνα ἀφείς, οὕτως ὄψει καλῶς ὅτι παρὰ πάντα τὸν χρόνον ἐν ἐσχάτῃ μὲν εἶ ἀτιμίᾳ παρὰ τοῖς θεραπεύουσι, τιμῆς δὲ ἐνόμιζες ἀπολαύειν ὑπὸ τῶν μάλιστα μισούντων σε καὶ μυρίαις σε κατὰ διάνοιαν πλυνόντων λοιδορίαις καὶ ἐν ἐσχάταις σε συμφοραῖς ἐπιθυμούντων ἰδεῖν.
 [00327]  Ἀλλ' ὅμως μετὰ τοσαύτην καὶ τηλικαύτην πρόνοιαν, μετὰ τὰς εὐεργεσίας τὰς ἀφάτους ἐκείνας, μετὰ τὸ μέγεθος τῶν θαυμάτων ἐκείνων, μετὰ τὴν κηδεμονίαν τὴν ἄρρητον, μετὰ τὴν διδασκαλίαν τὴν διηνεκῆ, μετὰ τὴν κατήχησιν τὴν ἀπὸ τῶν ῥημάτων, μετὰ τὴν παραίνεσιν τὴν ἀπὸ τῶν πραγμάτων, μετὰ τὰς νίκας τὰς λαμπράς, μετὰ τὰ τρόπαια τὰ παράδοξα, μετὰ τὴν τῶν τραπεζῶν ἀφθονίαν, μετὰ τὴν δαψίλειαν τῶν ναμάτων ἐκείνων, μετὰ τὴν ἄφατον δόξαν ἣν περιεβάλλοντο παρὰ παντὶ τῷ τῶν ἀνθρώπων γένει, ἐπειδὴ ἀγνώμονες ἦσαν καὶ ἀναίσθητοι, μόσχον προσεκύνησαν καὶ βοὸς κεφαλὴν ἐθεράπευον καὶ θεοὺς ἐπεζήτουν αὐτοῖς γενέσθαι, νεαρὰ τὰ ὑπομνήματα τῶν ἐν Αἰγύπτῳ εὐεργεσιῶν ἔχοντες τοῦ θεοῦ, καὶ πολλῶν καὶ ἄλλων ἀπολαύοντες ἔτι.
 [00405]  καὶ πανταχοῦ σχεδὸν τῆς χώρας τῆς ἐν Παλαιστίνῃ τὰς παρανόμους ἐκείνας καὶ ἐναγεῖς ἐργασάμενοι θυσίας καὶ ἕτερα μυρία τολμήσαντες.
000-00-00 Serial Number=0701956809
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00015]  ἀλλὰ καὶ φθέγγονται εὐκόλως ἅπαντα, καὶ γελῶσιν ἀκαίρως, καὶ κατακλῶνται καὶ θρύπτονται μᾶλλον τῶν ἐπὶ τοῦ τέγους μαλακιζομένων γυναικῶν, πάντοθεν μηχανήματα τοῖς ὁρῶσιν ἐνιεῖσαι, καὶ εἰς τὴν τῶν πορνευομένων γυναικῶν ἀσχημοσύνην εἰσωθεῖν ἑαυτὰς βιάζονται, καθάπερ ἁμιλλώμεναι πρὸς ἐκείνας καὶ φιλονεικοῦσαι τὰ πρωτεῖα εἰς αἰσχύνης δόξαν λαβεῖν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»