Tabulinum: 0345-0407,_Iohannes_Chrysostomus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ἐγγὺς [236]
Argumentum: 0345-0407,_Iohannes_Chrysostomus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ἐγγὺς


000-00-00 Serial Number=0566322923
Ad eos qui scandalizati sunt Ante [Go Back]  
 [00345]  [7.6] καὶ ὁ ἐν ὕψει κείμενος ἀστὴρ τὸν ἐκ τοσούτου καθήμενον διαστήματος, ὥσπερ ἐγγὺς καὶ πλησίον παρών, οὕτω μετὰ ἀκριβείας χειραγωγεῖ καὶ πρὸς λιμένας ὁρμίζει, φωνὴν μὲν οὐκ ἀφιείς, τῇ δὲ ὄψει δεικνὺς αὐτοῖς τὰς ὁδοὺς καὶ τὴν θάλασσαν τέμνειν αὐτοῖς χαριζόμενος μετ' ἀσφαλείας, καιροὺς ὑποδεικνύς, ὥστε νῦν μὲν εἴσω τοῦ λιμένος κατέχειν τὸ πλοῖον, νῦν δὲ θαρροῦντας εἰς τὸ πέλαγος ἐξάγειν καὶ μὴ διὰ τὴν τοῦ μέλλοντος ἀδηλίαν ἀπροόπτως εἰς χειμέριον ἐμπίπτοντας ἡμέραν ναυάγιον ὑπομένειν.
000-00-00 Serial Number=0997423470
Ad populum Antiochenum Ante [Go Back]  
 [02937]  Οὕτω καὶ οἱ θεαταὶ ποιοῦσι, τοὺς ἐγγὺς ὄντας τῶν βραβείων διεγείρουσι μᾶλλον.
 [02938]  Μὴ τοίνυν ἀποκάμωμεν μηδὲ ἡμεῖς, καὶ γὰρ ἐγγὺς ἑστήκαμεν τοῦ παντὸς κατορθώματος, καὶ ἡ δυσκολία παρὰ τὴν ἀρχὴν ἦν.
 [02969]  Στῆθι μόνον ἐγγὺς τοῦ νηστεύοντος, καὶ μετέλαβες αὐτοῦ εὐθέως τῆς εὐωδίας·
 [03754]  οὕτω δὴ καὶ αἱ γυναῖκες ἐποίουν τότε ἐκεῖναι, ἀναρπασθέντων αὐταῖς ἐκ τῆς οἰκίας τῶν παίδων, καὶ ἔνδον ἀπειλημμένων, ὥσπερ ἐν δικτύῳ τινὶ καὶ παγίδι, προσελθεῖν μὲν καὶ ἐξελέσθαι τοὺς ἁλόντας οὐκ ἴσχυον, τῷ δὲ περὶ τὰς θύρας αὐτὰς καλινδεῖσθαι, καὶ θρηνεῖν, καὶ ὀλοφύρεσθαι, καὶ τῶν θηρευσάντων πειρᾶσθαι γενέσθαι ἐγγὺς, τὴν ὀδύνην ἐδείκνυον.
 [04378]  ἐπιγνῶμεν τοὺς κρημνοὺς, καὶ μηδὲ ἐγγὺς γινώμεθα.
 [04397]  οὕτω καὶ ὁ μὴ πόῤῥωθεν φεύγων τὰς ἁμαρτίας, ἀλλ' ἐγγὺς αὐτῶν βαδίζων, μετὰ φόβου βιώσεται, καὶ πολλάκις εἰς αὐτὰς ἐμπεσεῖται.
000-00-00 Serial Number=0486043215
Ad viduam juniorem Ante [Go Back]  
 [00201]  Ὥστε εἰ καὶ σφόδρα ἐγγὺς ἦν ὁ καιρός, ἀλλὰ πολλά, κατὰ τὴν παροιμίαν, μεταξὺ κύλικος καὶ χείλεος ἄκρου.
 [00223]  Ἀλλὰ νῦν τούτου τοῦ δέους ἀπηλλάγμεθα καὶ σφόδρα πεπείσμεθα ὅτι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ μετὰ πολλῆς ἥξει τῆς φαιδρότητος, ἐγγὺς τοῦ βασιλέως ἀπολάμπων καὶ μετ' ἀγγέλων προηγούμενος τοῦ Χριστοῦ, καὶ τὴν ἄρρητον δόξαν ἠμφιεσμένος, καὶ κρίνοντι παρεστὼς τῷ βασιλεῖ, καὶ τὰ πρῶτα διακονούμενος αὐτῷ.
000-00-00 Serial Number=0361919820
Admonitiones spirituales Ante [Go Back]  
 [00062]  Ὅτι κἂν ἐγγὺς ᾖ ἡμέρα Κυρίου, φοβηθῶμεν καὶ ἡσυχάσωμεν.
000-00-00 Serial Number=0646582484
Adversus Judaeos Ante [Go Back]  
 [00035]  τοὺς δὲ τὰ Ἰουδαϊκὰ νοσοῦντας, εἰ μὴ νῦν θεραπεύσαιμεν, ὅτε ἐγγὺς καὶ ἐπὶ θύραις εἰσὶν αἱ τῶν Ἰουδαίων ἑορταὶ, δέδοικα μή ποτε ὑπὸ τῆς ἀκαίρου συνηθείας καὶ τῆς πολλῆς ἀγνοίας μετάσχωσί τινες τῆς παρανομίας ἐκείνων, καὶ μάταιοι λοιπὸν οἱ περὶ τούτων ἡμῖν γένωνται λόγοι.
000-00-00 Serial Number=0243217051
Adversus oppugnatores vitae monasticae Ante [Go Back]  
 [00504]  Οὗτοι γὰρ οὐχὶ τῶν ἐν βασιλείοις μόνον λαμπρῶν, ἀλλ' αὐτοῦ τοῦ βασιλεύοντος γεγόνασι λαμπρότεροι, τὸν ἰδιωτικὸν ἑλόμενοι βίον καὶ ἀπράγμονα, καὶ πολιτείας οὐδὲ ἐγγὺς βουληθέντες ἐλθεῖν.
 [00992]  Πῶς οὖν οὐκ ἄτοπον, εἰ μὲν εἰς βασίλεια τὸν υἱὸν ἦγες, ἅπαντα ποιεῖν τε καὶ πάσχειν, κἀκεῖνον ἀναπείθων ὁμοίως, ὥστε αὐτὸν ἐγγὺς ποιῆσαι τοῦ βασιλέως, καὶ μηδὲν ὅλως ὑπολογίζεσθαι, μὴ δαπάνην, μὴ κίνδυνον, μὴ θάνατον αὐτόν·
 [01488]  τὰ δὲ ἄλλα τούτων μὲν οὐδὲ ἐγγὺς γενέσθαι δύναιτ' ἂν, ἐκείνους δὲ κατὰ κράτος ἐλαύνει καὶ ἐπὶ κεφαλὴν ὠθεῖ.
 [01514]  καὶ δέον ἑαυτοὺς ἐπὶ τοῖς προτέροις ταλανίζειν, οἱ δὲ καὶ ἑτέρους ἐμβάλλουσι, καὶ ταῦτα ἐγγὺς ἑστῶτες λοιπὸν τῆς τελευτῆς, καὶ τοῦ δικαστηρίου, καὶ τῶν εὐθυνῶν ἐκείνων, ποία αὐτοῖς ἀπολογία λελείψεται, ποία συγγνώμη, ποῖος ἔλεος;
 [01649]  Εἰ γὰρ μήτε χρημάτων, μήτε δόξης ἔρως ἡμᾶς εἰσῄει κενῆς, μήτε θάνατον ἐδεδίειμεν, μὴ πενίαν, μὴ τὸ κακῶς παθεῖν βλάβην ἡγούμεθα, ἀλλὰ καὶ κέρδος μέγιστον, μὴ ἀπεχθάνεσθαι, μὴ μισεῖν ᾔδειμεν, οὔτ' ἂν ὑπὸ τῶν ἰδίων παθῶν, οὔτ' ἂν ὑπὸ τῶν ἀλλοτρίων ἐπολεμήθημέν ποτε, ἀλλ' αὐτῶν τῶν ἀγγέλων ἐγγὺς ἂν τὸ τῶν ἀνθρώπων ἐγένετο γένος.
000-00-00 Serial Number=0538945675
Catecheses ad illuminandos Ante [Go Back]  
 [00470]  ὁ τοξότης ἐγγὺς ἐλθεῖν οὐ τολμᾷ ἀλλὰ πόρρωθεν βάλλει.
000-00-00 Serial Number=0082362831
Commentarius in Job Ante [Go Back]  
 [02800]  [17,12a] νύκτα εἰς ἡμέραν ἔθηκα, [12b] φῶς ἐγγὺς ἀπὸ προσώπου σκότους.
000-00-00 Serial Number=0097802281
Comparatio regis et monachi Ante [Go Back]  
 [00046]  Οὕτω κἂν φιλοσοφῇ βασιλεὺς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν τῆς τοῦ μονάζοντος καλοκαγαθίας δυνήσεται.
 [00095]  ὁ γὰρ τούτων δεσπότης πεφηνὼς, οὐδὲ κατὰ μικρὸν ἐγγὺς ἐλθεῖν δύναται τῆς τοῦ μοναχοῦ ἀρετῆς.
000-00-00 Serial Number=0301911175
Contra eos qui subintroductas habent virgines Ante [Go Back]  
 [00324]  Ὁ γὰρ τῶν βιωτικῶν πραγμάτων μηδὲ ἐγγὺς γενέσθαι κελευσθεὶς, οὐχ ἁπλῶς βιωτικῶν, ἀλλὰ καὶ τῶν γυναικείων ἐνδοτέρω γίνεται·
000-00-00 Serial Number=0375802755
Contra theatra Ante [Go Back]  
 [00261]  Οὐ γὰρ ἐγγὺς αὐτῷ Θεὸς δείκνυσι τὸ θυσιαστήριον, ἵνα μὴ τῇ θερμότητι τῆς πίστεως κλαπῇ φύσεως τὴν στοργήν·
000-00-00 Serial Number=0782973230
De Chananaea Ante [Go Back]  
 [00325]  Μὴ ἀγοράσῃς, μὴ πωλήσῃς, μὴ γάμον ἐπιτελέσῃς, μηδὲ συμβόλαια, ἀλλ' ἔσο, εἰ καὶ τῷ τόπῳ ἐγγὺς, ἀλλὰ τῷ τρόπῳ κεχωρισμένος.
000-00-00 Serial Number=0612426162
De Davide et Saule Ante [Go Back]  
 [00439]  Οὐ γὰρ ἂν εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς εἰστήκειν τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου.
000-00-00 Serial Number=0158674300
De Eleazaro et septem pueris Ante [Go Back]  
 [00066]  Ἐπειδὴ γὰρ παραγίνεσθαι ἔμελλεν ὁ τῆς δικαιοσύνης ἥλιος, λοιπὸν δὴ τὸ σκότος τῆς δειλίας ἐλύετο, καὶ οὐδέπω παρόντος αὐτοῦ κατὰ σάρκα, ἀλλ' ἐγγὺς αὐτοῦ καὶ ἐν προοιμίοις ὄντος, καὶ αὐτῶν λοιπὸν ἁπτομένου τῶν πραγμάτων.
000-00-00 Serial Number=0853609085
De Lazaro Ante [Go Back]  
 [02227]  ἐγγὺς ὄντα οὐκ εἶδες, καὶ νῦν ἀπὸ διαστήματος βλέπεις, καὶ τοσούτου χάους ὄντος;
000-00-00 Serial Number=0455267131
De Maccabeis Ante [Go Back]  
 [00230]  ἀλλ' εὐξώμεθα κοινῇ πάντες, καὶ οἱ τὰς πόλεις οἰκοῦντες, καὶ οἱ ταῖς ἐρημίαις ἐνδιαιτώμενοι, καὶ οἱ παρθενίαν ἀσκοῦντες, καὶ οἱ ἐν γάμῳ σεμνῷ διαλάμποντες, καὶ οἱ τῶν παρόντων ὑπερορῶντες ἁπάντων, καὶ τὸ σῶμα σταυρώσαντες, δυνηθῆναι τὸν αὐτὸν αὐτῇ δρόμον ἀράμενοι τῆς αὐτῆς αὐτῇ καταξιωθῆναι παῤῥησίας, καὶ ἐγγὺς αὐτῆς στῆναι κατὰ τὴν ἡμέραν ἐκείνην εὐχαῖς αὐτῆς τῆς ἁγίας, καὶ τῶν αὐτῆς παίδων, καὶ τοῦ τὸν χορὸν αὐτῶν συμπληροῦντος Ἐλεαζάρου τοῦ μεγάλου καὶ γενναίου γέροντος καὶ ψυχὴν ἀδαμάντινον ἐν τοῖς δεινοῖς ἐνδειξαμένου.
000-00-00 Serial Number=0528405786
De Susanna Ante [Go Back]  
 [00132]  Ταῦτα δὲ εἶπον, ἵνα ἕκαστος ὑμῶν ὅταν πειράζηται, κἂν ἐγγὺς τοῦ θανάτου γένηται, μὴ ἀπελπίσῃ τὴν ἀπὸ τοῦ Θεοῦ ἀντίληψιν, ἀλλ' ἕως τέλους ἀπεκδέξηται.
000-00-00 Serial Number=0862151444
De adoratione pretiosae crucis Ante [Go Back]  
 [00063]  οὕτως ἐγγὺς εἶναι νομιζέτω τοῦ θανάτου.
000-00-00 Serial Number=0638929605
De cognitione dei et in sancta theophania Ante [Go Back]  
 [00017]  Οὕτω καὶ ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ Ἰησοῦς Χριστὸς ὁρῶν διὰ τοῦ νόμου καὶ τῶν προφητῶν μὴ ἰαθεῖσαν τῶν ἀνθρώπων τὴν ἀσέβειαν παραγίνεται ἐξ οὐρανίων ἁψίδων, ἐξ ἁγίας Παρθένου Μαρίας τεχθεὶς, πρῶτον μὲν διὰ τοῦ σταυροῦ τὸν διάβολον τροπωσάμενος, δεύτερον δὲ τὸν θάνατον αἰχμαλωτίζων, διὰ δὲ τῆς τριημέρου αὐτοῦ ἀναστάσεως εἰρήνην τοῖς ἐγγὺς καὶ τοῖς μακρὰν χαρισάμενος, πάντας εἰς τὴν ἑαυτοῦ θεογνωσίαν ἐπήγαγε.
000-00-00 Serial Number=0662049711
De confessione pretiosae crucis Ante [Go Back]  
 [00059]  ὁ δὲ τῶν οὐρανῶν, ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ.
000-00-00 Serial Number=0469825625
De cruce et latrone i Ante [Go Back]  
 [00009]  οὗτος ἐκπεπολεμωμένους ἡμᾶς τῷ Θεῷ κατήλλαξεν, ἀπηλλοτριωμένους ᾠκείωσε, μακρὰν ὄντας ἐγγὺς εἶναι ἐποίησεν·
000-00-00 Serial Number=0602589190
De cruce et latrone ii Ante [Go Back]  
 [00025]  Οὗτος ἡμᾶς ἐν σκότει καθημένους ἐφώτισεν, οὗτος ἡμᾶς ἐκπεπολεμωμένους κατήλλαξεν, οὗτος μακρὰν ὄντας ἐγγὺς εἶναι πεποίηκεν, οὗτος ἀπηλλοτριωμένους ὄντας ᾠκείωσεν, οὗτος ξένους γεγονότας, οὐρανοῦ πολίτας κατεσκεύασεν, οὗτος ἡμῖν πολέμων ἀναίρεσις γέγονεν, οὗτος ἡμῖν εἰρήνης ἀσφάλεια κατέστη.
000-00-00 Serial Number=0973524570
De inani gloria et de educandis liberis Ante [Go Back]  
 [00281]  τὴν ἐγγὺς αὐτῆς κειμένην καὶ πολλὴν πρὸς αὐτὴν συγγένειαν ἔχουσαν, τὴν ἀκοὴν λέγω.
000-00-00 Serial Number=0240540206
De incomprehensibili dei natura Ante [Go Back]  
 [00676]  ἀπρόσιτον δέ ἐστιν, ὃ μηδὲ ἐρεύνης ἀνέχεται τὴν ἀρχήν, μηδὲ ἐγγὺς αὐτοῦ γενέσθαι τις δύναται.
 [00769]  Ὥσπερ οὖν αἱ πτέρυγες τὸ τῆς φύσεως ὑψηλὸν δηλοῦσι, καὶ ὁ θρόνος τὸ τὸν Θεὸν αὐτοῖς ἐπαναπαύεσθαι καὶ οἱ ὀφθαλμοὶ τὸ διορατικὸν καὶ τὸ ἐγγὺς εἶναι τοῦ θρόνου καὶ τὸ διαπαντὸς αὐτὸν ἀνυμνεῖν τὸ ἄγρυπνον καὶ ἐγρηγορός, οὕτω δὴ καὶ τὰ ὀνόματα τῶν μὲν τὴν σοφίαν, τῶν δὲ τὴν καθαρότητα δηλοῖ.
000-00-00 Serial Number=0237527966
De laudibus sancti Pauli apostoli Ante [Go Back]  
 [00246]  [2.9] Καὶ ταῦτα οὐκ ἀγγέλους ὑβρίζων λέγω, μὴ γένοιτο, ἀλλὰ δεικνὺς ὅτι δυνατὸν ἄνθρωπον ὄντα μετ' ἐκείνων εἶναι, καὶ ἐγγὺς αὐτῶν ἑστάναι.
 [00272]  Μιμηταί μου γίνεσθε, περὶ ἀγάπης εὐθέως διαλέγεται, δεικνὺς ὅτι αὕτη μάλιστα ἡ ἀρετὴ ἐγγὺς εἶναι ποιεῖ Θεοῦ·
000-00-00 Serial Number=0039960682
De negatione Petri Ante [Go Back]  
 [00217]  Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας.
000-00-00 Serial Number=0689974546
De paenitentia sermo 1 Ante [Go Back]  
 [00611]  ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ·
 [00708]  ὁ γὰρ καιρὸς ἐγγὺς, καὶ μὴ ἀμελῆτε.
000-00-00 Serial Number=0255496919
De patientia sermo 1 Ante [Go Back]  
 [00215]  Ὁ βίος βραχὺς, ἡ δὲ τέχνη μακρὰ, τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ λύων οὐδείς.
000-00-00 Serial Number=0949737906
De perfecta caritate Ante [Go Back]  
 [00143]  Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος, θεωροῦντες πολλοὶ, καὶ τὴν ἑαυτῶν πενίαν ἐννοοῦντες, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνουσιν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένουσι, τί τότε ἔσται;
000-00-00 Serial Number=0882090628
De proditione Judae Ante [Go Back]  
 [00175]  Ἐν τῷ καιρῷ τῆς ἐφόδου ὁ Ἰούδας εἱστήκει ἐγγὺς αὐτῶν, ἐκεῖνος ὁ εἰπών·
000-00-00 Serial Number=0477305412
De prophetiarum obscuritate Ante [Go Back]  
 [00631]  ἵνα ἐλθὼν μὲν ἐκεῖνος καὶ προειπὼν, ὅτι ἐγγὺς ἐπὶ θύραις ἡ παρουσία, σωφρονεστέρους ποιήσῃ τοὺς ἀνθρώπους·
000-00-00 Serial Number=0202342212
De resurrectione mortuorum Ante [Go Back]  
 [00097]  παραστῆναι δὲ ἐγγὺς, καὶ τὴν ἀπὸ τῶν χειρῶν συμμαχίαν εἰσενεγκεῖν οὐδεὶς ἐπιτρέπει νόμος αὐτῷ.
000-00-00 Serial Number=0432688355
De sacerdotio Ante [Go Back]  
 [00457]  Ὅτι πολλὴ τῶν ἱερέων ἡ ἐξουσία καὶ ἡ τιμή Εἰ γάρ τις ἐννοήσειεν ὅσον ἐστὶν ἄνθρωπον ὄντα καὶ ἔτι σαρκὶ καὶ αἵματι πεπλεγμένον τῆς μακαρίας καὶ ἀκηράτου φύσεως ἐκείνης ἐγγὺς δυνηθῆναι γενέσθαι, τότε ὄψεται καλῶς ὅσης τοὺς ἱερεῖς τιμῆς ἡ τοῦ Πνεύματος ἠξίωσε χάρις.
000-00-00 Serial Number=0712780297
De salute animae Ante [Go Back]  
 [00096]  Ὁ χρόνος μικρὸς, ἡ δὲ κρίσις μακρὰ, καὶ τὸ τέλος ἐγγὺς, καὶ ὁ φόβος πολὺς, καὶ ὁ ἐλεῶν οὐδείς.
000-00-00 Serial Number=0396613359
De sancta Pelagia virgine et martyre Ante [Go Back]  
 [00064]  Πάλιν ἡ κόρη ἔρημος οὖσα συμμάχων, καὶ βοηθῶν, καὶ οὐδεμίαν οὐδαμόθεν ὁρῶσα διέξοδον τῶν δεινῶν, καὶ τῶν στομάτων ἐγγὺς οὖσα τῶν θηρίων ἐκείνων, ἐξ αὐτῆς, ὡς ἂν εἴποι τις, τῆς φάρυγγος αὐτῶν ἀναρπασθεῖσα διέφυγε τὰς ἐπιβουλὰς, καὶ περιεγένετο στρατιωτῶν, δικαστῶν, ἀρχόντων.
000-00-00 Serial Number=0460287511
De sanctis Bernice et Prosdoce Ante [Go Back]  
 [00231]  καὶ τὸ θαυμαστὸν, ὅτι διὰ τῶν λύκων τὰ πρόβατα ἤγετο, διὰ τῶν λεόντων αἱ ἀμνάδες ἐχώρουν, καὶ οὐδεὶς αὐτὰς εἶδεν ἀκολάστοις ὀφθαλμοῖς, ἀλλ' ὥσπερ τοὺς Σοδομίτας ἐγγὺς τῆς θύρας ἐστηκότας οὐκ ἠφίει τὴν εἴσοδον ὁρᾷν ὁ Θεὸς, οὕτω καὶ τότε τὰς πάντων ἐτύφλωσεν ὄψεις, ὥστε μὴ προδοθῆναι τὰ παρθενικὰ σώματα.
000-00-00 Serial Number=0861245036
De sancto Meletio Antiocheno Ante [Go Back]  
 [00059]  οἱ δὲ ὑπὸ τοῦ πλήθους κωλυόμενοι καὶ πόῤῥωθεν αὐτὸν ὁρῶντες μόνον, ὥσπερ ἱκανὴν ἀπὸ τῆς ὄψεως δεξάμενοι τὴν εὐλογίαν, καὶ οὐδὲν ἔλαττον τῶν ἐγγὺς γενομένων ἐσχηκότες, οὕτω μετὰ πληροφορίας [50.518] ἁπάσης ἀπῄεσαν·
 [00061]  Καθάπερ γὰρ ἐπὶ τῶν ἀποστόλων ὅσοι προσελθεῖν καὶ ἐγγὺς γενέσθαι οὐκ ἴσχυον, τῆς σκιᾶς αὐτῶν ἐκτεινομένης, καὶ τῶν πόῤῥωθεν ἁπτομένης, τὴν αὐτὴν ἐπεσπῶντο χάριν, καὶ ὁμοίως ὑγιαίνοντες ἀπῄεσαν·
000-00-00 Serial Number=0069932520
De virginitate Ante [Go Back]  
 [01130]  Ὁ γὰρ περὶ τοῦ γάμου λόγος πάλιν ἐγγὺς ἕστηκε, τοῦτον τὸν φόβον ἀνιεὶς καὶ λέγων·
 [01813]  Ὅπου γὰρ οὔτε γυναικὸς θεραπεία οὔτε παίδων ἐπιμέλεια, πολλὴ τῆς ἀκτημοσύνης ἡ εὐκολία, ἀκτημοσύνη δὲ ἐγγὺς εἶναι ποιεῖ τῶν οὐρανῶν, οὐ φόβων μόνον οὐδὲ φροντίδων οὐδὲ κινδύνων ἀλλὰ καὶ τῆς ἄλλης δυσκολίας ἡμᾶς ἀπαλλάττουσα.
000-00-00 Serial Number=0646689892
Eclogae ex diversis homiliis Ante [Go Back]  
 [03837]  ἐκεῖνο δὲ καταλλάττει τε αὐτὸν ἡμῖν μάλιστα, καὶ ἐγγὺς ἡμῶν εἶναι παρασκευάζει.
 [06166]  Ἀλλὰ μέγας ἐκεῖνος ὁ ἀγὼν καὶ ὑψηλὸς ὁ σκόπελος καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ
 [07031]  Οὐ γὰρ ἂν, εἰ μὴ πλησίον ἐγενόμην, φησὶ, καὶ τοῦ σώματος ἐγγὺς ἕστηκα τοῦ σοῦ, τὸ μέρος ἂν ἔκοψα τοῦ ἱματίου.
 [08418]  Ὅπερ οὐκ ἦν ἡμῖν δυνατὸν οὐδὲ ἐγγὺς τυχεῖν, οἷς νῦν, τοῦ Λόγου σαρκωθέντος, ἐντρυφῶμεν καὶ ἀπολαύομεν.
 [09255]  ∆ιὰ τοῦτο καὶ ἐκεῖ ἀπελθὼν, ἐγγὺς ἵσταται τοῦ θρόνου τοῦ βασιλικοῦ, ἔνθα τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται.
 [09381]  ὁ δὲ τῶν οὐρανῶν ἅπαντας ἐγγὺς εἶναι βούλεται τοῦ θρόνου τοῦ βασιλικοῦ.
000-00-00 Serial Number=0995458305
Encomium in sanctum Polycarpum Ante [Go Back]  
 [00037]  ἄξιον ὁμηγύριος εὐλόγησεν ὄχλος βοῶν Ὁ μακάριος ἐγγὺς τοῦ θεοῦ ἔσται καὶ οἰκεῖ ἐν οὐρανοῖς.
000-00-00 Serial Number=0649531484
Epistula ad Cyriacum Ante [Go Back]  
 [00432]  Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν, ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ' ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς ἀπὸ τῆς ἀθυμίας αὐτῆς;
000-00-00 Serial Number=0773676693
Epistulae Ante [Go Back]  
 [00367]  Εὖ γὰρ οἶδ' ὅτι οὐ παύσῃ πάντα ποιῶν καὶ πραγματευόμενος, ὥστε ἐμπλῆσαι τὴν Φοινίκην γενναίων ἀνδρῶν, καὶ τούς τε ἐκεῖ μεμενηκότας στηρίζων ἐπὶ πλέον, ὥστε μὴ ἀφέντας τὰ αὐτόθι ἐπανελθεῖν, τούς τε πλησίον ὄντας ἀναζητῶν, καὶ μετὰ πολλῆς ἐκπέμπων προθυμίας, πᾶσί τε κέρδος γινόμενος μέγιστον τοῖς τε ἐγγὺς, τοῖς τε μακρὰν, καὶ τὴν τῶν ἀρωμάτων μιμούμενος φύσιν, ἅπερ οὐ τὸν τόπον μόνον τὸν ὑποδεχόμενον αὐτὰ, ἀλλὰ καὶ τὸν ἀφεστηκότα ἀέρα πολλῆς ἐμπίμπλησι τῆς εὐωδίας.
 [00737]  Τῷ μὲν τόπῳ μακρὰν ὑμῶν διεστήκαμεν, τῇ δὲ ἀγάπῃ ἐγγὺς ὑμῶν ἐσμεν καὶ πλησίον, καὶ αὐτῇ συνδεδέμεθα ὑμῶν τῇ ψυχῇ.
 [01079]  Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων [52.670] περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.
 [01695]  Τῷ μὲν τόπῳ μακρὰν ὑμῶν διεστήκαμεν, τῇ δὲ ἀγάπῃ ἐγγὺς ὑμῶν ἐσμεν καὶ πλησίον, καὶ αὐτῇ συνδεδέμεθα ὑμῶν τῇ ψυχῇ.
 [02037]  Καὶ τοῦτο σὸν, τοῦτο νήφοντος καὶ ἐγρηγορότος κυβερνήτου, τὸ μηδὲ εἰς τοσοῦτον ἀρθέντος τοῦ χειμῶνος ἀναπεσεῖν, ἀλλ' ἐπιμένειν ἔτι μεριμνῶντα καὶ φροντίζοντα, καὶ κατὰ τὸ ἐγχωροῦν τὰ ἑαυτοῦ πάντα εἰσφέροντα, πανταχοῦ διὰ τῶν γραμμάτων [52.670] περιτρέχοντα, τοὺς ἐγγὺς, τοὺς πόῤῥωθεν συγκροτοῦντα, διεγείροντα, παρεγγυῶντα μηδένα τῷ κλυδωνίῳ παρασυρῆναι, ἀλλ' ἑστάναι, καὶ νήφειν, κἂν μυρία τούτων ἐπίῃ χαλεπώτερα κύματα, καὶ ἐν ἑνὶ ἱδρυμένων τόπῳ, πανταχοῦ διὰ τῆς παραινέσεως ἵπτασθαι.
 [02842]  Πόῤῥω μέν σου καθήμεθα τῇ παρουσίᾳ τοῦ σώματος, ἐγγὺς δὲ τῇ διαθέσει τῆς ψυχῆς, καὶ σύνεσμέν σοι, καὶ συμπεπλέγμεθα καθ' ἑκάστην ἡμέραν, τὸν θερμόν σου περὶ ἡμᾶς ἔρωτα, τὴν φιλοξενίαν, τὴν φιλοφροσύνην, τὴν τοσαύτην θεραπείαν καὶ σπουδὴν, ἣν διὰ πάντων ἐπεδείξω, καθ' ἑαυτοὺς ἀναλογιζόμενοι, καὶ ἐντρυφῶντες τῇ μνήμῃ τῆς εὐγενείας τῆς σῆς, καὶ πρὸς ἅπαντας ἀνακηρύττοντές σου τὴν εἰλικρινῆ διάθεσιν, καὶ δόλον οὐκ ἔχουσαν.
000-00-00 Serial Number=0579646826
Epistulae ad Olympiadem Ante [Go Back]  
 [00034]  Ταῦτα ἐγγὺς Καισαρείας λοιπὸν ἐλθὼν ἐπέσταλκά σου τῇ τιμιότητι.
 [00767]  Πόθεν οὖν σοι τὰ μηχανήματα ταῦτα καὶ τὰς σφενδόνας κατασκευάσομεν ὥστε μηδὲ ἐγγὺς ἀφεῖναι προσιέναι τοὺς πολεμίους, ἀλλ' ὡς πορρωτάτω μετὰ πολλῆς ἀπελαύνειν τῆς ὑπερβολῆς;
000-00-00 Serial Number=0314019144
Expositiones in Psalmos Ante [Go Back]  
 [00075]  Ἐνταῦθα δὲ οὐδενὸς δεῖται, ἀλλὰ γνώμης μόνης νηφούσης, καὶ οὐδὲν τὸ κωλύον εἶναι ἐγγὺς τοῦ Θεοῦ.
 [00905]  Ὁ γὰρ τοιοῦτος ἐγγὺς γενέσθαι δύναται τοῦ Θεοῦ.
 [00906]  Τὸ γὰρ ἐγγὺς καὶ τὸ μακρὰν ἐντεῦθεν συμβαίνει·
 [00917]  Τὸ μισοπόνηρον τοῦ Θεοῦ ἐνταῦθα δείκνυσι, διδάσκων τοὺς ἐγγὺς αὐτοῦ γινομένους τοιούτους ἑαυτοὺς κατασκευάζειν, ὡς οὐκ ἐνὸν ἄλλως γενέσθαι ἐγγύς.
 [00919]  Ὅτι γὰρ δύνανται ἐναρέτων ἀνδρῶν ἐγγὺς γενέσθαι οἱ πονηροὶ, ἄκουσον τί φασι περὶ τοῦ δικαίου·
 [06153]  καὶ εὐχαριστοῦσι διὰ τοῦτο, καὶ τοῦ λαβεῖν ἐγγὺς καθεστήκασιν.
 [06637]  μέχρι τίνος οὐ διαβλέπετε τῶν πραγμάτων τὴν ἀλήθειαν, ἀλλ' ἐπὶ τὰ ὀνείρατα κεχήνατε, ἐγγὺς καὶ ἐπὶ θύραις τῆς κρίσεως οὔσης;
000-00-00 Serial Number=0591554046
Fragmenta in Jeremiam Ante [Go Back]  
 [00953]  Οὐ γὰρ ἀρκεῖ τὸ κλαῦσαι, οὐδὲ τὸ δεηθῆναι, ἀπὸ γὰρ τῆς φύσεως τοῦτο συνέβαινε τῶν δεινῶν, ἀλλ' ἐγγὺς ἐγγύας αὐτοὺς καὶ εὐθύνας ὑπὲρ τῶν μελλόντων ἀπαιτεῖ, ἵνα μὴ μετὰ τὴν τῶν δεινῶν ἀπαλλαγὴν ἐπὶ τὰ πρότερα πάλιν ἐπανέλθωσιν.
 [01296]  Καὶ ἵνα μὴ πάλιν ἐκλύσῃ, Περιδράμετε, φησὶν, ὡς ἐγγὺς ὄντων τῶν δεινῶν, καὶ ἀκριβῆ τὴν ἔρευναν κελεύει ποιήσασθαι.
 [01903]  ἐπειδὴ ἐγγὺς, καὶ οὐκ εἰς μακρὰν τὴν ἀσέβειαν εἰργάζοντο.
 [02615]  δεῖξαι αὐτῷ βουλόμενος, ὅτι οὐκ ἔστι τοῦ Θεοῦ φιλανθρωπότερος, ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς, ὅρα τί ποιεῖ.
 [05203]  Αὐτὸς δέ ἐστιν ἐγγὺς οἴκου τῶν ἀρχόντων ἐπάνω τοῦ παστοφορίου Μαασαίου υἱοῦ Σαλμὼν, τοῦ φυλάσσοντος τὸν σταθμόν.
000-00-00 Serial Number=0504493773
Fragmenta in Proverbia Ante [Go Back]  
 [01207]  ὡς δὲ ἐγγὺς οἱ δίκαιοι τοῦ Θεοῦ, πρόδηλον ὡς οὐ τόπῳ, εὐχόμενοι ἀκούονται·
 [01271]  Ὄψιμον δὲ νέφος οἱ ἐγγὺς τῆς παρουσίας πιστεύσαντες·
000-00-00 Serial Number=0966541290
Fragmenta in epistulas catholicas Ante [Go Back]  
 [00188]  Ὅταν δὲ ἴδωσιν οἱ μεγάλα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους τούτους ἐγγὺς ὄντας Θεοῦ, τότε θρηνήσουσι καὶ ὀλολύξουσιν, ὅταν τοὺς οἰκτροὺς καὶ ταλαιπώρους καὶ μυρία παθόντας δεινὰ καὶ πιστεύσαντας, εἰς τοσαύτην ἄγῃ λαμπρότητα.
000-00-00 Serial Number=0665298641
In Acta apostolorum Ante [Go Back]  
 [00267]  Καὶ οὐκ ἐδήλωσε πότε, ἵνα ἀεὶ γρηγορῶσιν, ἀλλ' ὅτι μὲν ἐγγὺς ἔσται εἶπεν, ἵνα μὴ ἐκλυθῶσι·
 [00272]  Τί τοίνυν θαυμάζεις, εἰ τὴν ἡμέραν τῆς συντελείας μὴ λέγει, ὅπου γε ταύτην τὴν οὕτως ἐγγὺς οὖσαν οὐκ ἠθέλησε ποιῆσαι κατάδηλον;
 [00482]  Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.
 [00811]  ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
 [00818]  Οὐ γὰρ ἂν οὕτω καὶ τὸ διάστημα ἐδήλωσεν εἰπὼν, Ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδὸν, εἰ μὴ ὡρισμένον τι μῆκος ὁδοιπορίας ἐβάδιζον ἐν τῇ ἡμέρᾳ τοῦ σαββάτου.
 [00942]  Τότε, φησὶν, ὑπέστρεψαν εἰς Ἱερουσαλὴμ ἀπὸ ὄρους τοῦ καλουμένου Ἐλαιῶνος, ὅ ἐστιν ἐγγὺς Ἱερουσαλὴμ, σαββάτου ἔχον ὁδόν.
 [01687]  Εἶτα ἐπιμένει τῇ μεταφορᾷ, ἐγγὺς τῆς ὄψεως τῶν ἀκροατῶν ἄγων τὴν κατασκαφὴν καὶ τὴν ἅλωσιν.
 [03812]  Ἡ γὰρ προθεσμία ἐγγὺς, καὶ ἐξέτασιν ποιήσω τοῦ πράγματος, καὶ τὸν ἁλόντα ἀφορίσω καὶ ἀπείρξω.
 [04435]  ὁ γὰρ ἐγγὺς τῆς ὑγείας, οὗτος καὶ ἐν ἡδονῇ πολλῇ.
 [07086]  ἐπεὶ καὶ διὰ τοῦτο λέγει, ὅτι ἐγγὺς ἦν, ὥστε δεῖξαι, ὅτι ἐν τάξει παρέργου τοῦτο ᾔτουν (μαθήτρια γὰρ ἦν), προηγουμένως δὲ οὐκ ἔτι.
 [09999]  Οὐδὲν οὖν τὸ κωλύον ἡμᾶς ἀγγέλων γενέσθαι ἐγγὺς, ἂν θέλωμεν.
 [09999]  Βαβαί! πᾶσιν ἐγγὺς εἶναι λέγει τοῖς πανταχοῦ τῆς οἰκουμένης οὖσι.
 [09999]  Τοῦτο οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα δείξῃ, ὅτι οὐδὲ ἐγγὺς αὐτῆς γενέσθαι ἠξίωσε, κατευθὺ πλέοντες τῆς Συρίας·
 [09999]  ἀλλὰ κἂν θεράπαινα λύχνον ἔχῃ, κἂν ὁ μάγειρος ἀνακαίῃ, παραγγελία πολλὴ, μὴ παρ' ἄνεμον, μηδὲ σανίδος ἐγγὺς, μηδὲ ἐν νυκτὶ τοῦτο ποιεῖν·
 [09999]  Καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα, ἀλλ' ἐγγὺς ὄντα πᾶσιν.
 [09999]  καὶ γὰρ ἀπονοίας ἐγγὺς ἡ τοιαύτη ἕστηκε καὶ ἡδονῆς καὶ κενοδοξίας καὶ φθόνου καὶ ἐπιβουλῶν καὶ συκοφαντιῶν·
 [09999]  Ὅτι ἐκείνη μὲν ἐγγὺς ἦν τῶν ἀποστόλων, αὕτη δὲ τῆς Ἀντιοχείας, καὶ ὁ λόγος ἐκράτει·
 [09999]  Ἰδὼν δὲ ἐκεῖνος τὸ βιβλίον ἄνω ἐπιπλέον, τὸ μὲν πρῶτον ἐνόμιζεν ὀθόνην εἶναι, γενόμενος δὲ ἐγγὺς, ἔγνω ὅτι βιβλίον ἦν, καὶ καταβὰς ἀνείλετο.
 [09999]  Ὥσπερ γὰρ μυῖαι εἰς μέσην φλόγα οὐκ ἂν ἐμπέσοιεν, ἀλλὰ φεύγουσιν, οὕτω καὶ τὰ πάθη οὐδὲ ἐγγὺς γενέσθαι τούτου τολμᾷ.
 [09999]  μόλις τε παραλεγόμενοι αὐτὴν, ἤλθομεν εἰς τόπον τινὰ καλούμενον Καλοὺς λιμένας, ᾧ ἐγγὺς ἦν πόλις Λασαία.
000-00-00 Serial Number=0251826882
In Genesim sermones Ante [Go Back]  
 [00212]  ἀλλὰ καὶ διδασκάλῳ καὶ θεατῇ καταβῆναι πρὸς ἡμᾶς ἔνι, καὶ ἐγγὺς στῆναι τῇ διαθέσει, καὶ διὰ τῶν εὐχῶν ἡμῖν συγκροτῆσαι τὴν δύναμιν.
 [00778]  καὶ οὔτε πρὸς τὸν καιρὸν ἐπιστρεφόμεθα, ὅτι ἀωρὶ λοιπὸν τῶν νυκτῶν καθευδόντων ἁπάντων ἐκεῖνος ὀδύρεται μόνος, οὔτε πρὸς τὸ κοῦφον τῆς αἰτήσεως, ὅτι ἄρτου πλέον οὐδὲν ἡμᾶς ἀπαιτεῖ, ἢ ἀργύριον ὀλίγον, οὔτε πρὸς τὸ μέγεθος τῆς συμφορᾶς, ὅτι λιμῷ παλαίει διηνεκεῖ, οὔτε πρὸς τὴν ἐπιείκειαν τοῦ ἱκέτου, ὅτι τοσαύτῃ κατεχόμενος ἀνάγκῃ, οὐ πρὸς τὰς θύρας ἐλθεῖν, οὐκ ἐγγὺς γενέσθαι τολμᾷ, ἀλλὰ κάτωθεν ἐκ πολλοῦ τοῦ διαστήματος ποιεῖται τὴν ἱκετηρίαν.
000-00-00 Serial Number=0631341279
In Heliam et viduam Ante [Go Back]  
 [00164]  αὕτη γὰρ οὐχὶ τὸν προειπόντα λιμὸν, ἀλλὰ τὸν ἐπαγαγόντα εὑροῦσα, καὶ τῆς πόλεως οὖσα ἐγγὺς, οὐκ ἠγανάκτησεν, οὐκ ἠγρίανεν, οὐχ ἑτέρους πρὸς τιμωρίαν ἐκάλεσεν, ἀλλὰ καὶ μετὰ πολλῆς ὑπήκουσε τῆς ἐπιεικείας.
000-00-00 Serial Number=0513000727
In Isaiam Ante [Go Back]  
 [01694]  ὡς περὶ θηρίου τινὸς διηγούμενος καὶ ἐγγὺς αὐτῶν τὴν εἰκόνα τῶν πραγμάτων ἄγων.
 [01832]  ∆ιὰ πάντων τὸν λόγον ἐξώγκωσε καὶ τὸν φόβον ἐπῇρε, κατὰ μικρὸν ἕκαστα διηγούμενος, τὰ περὶ τῆς γνώμης, τὰ περὶ τῆς ἰσχύος, τὰ περὶ τῶν ὅπλων, τὰ περὶ τῶν ἵππων, τὰ περὶ τῶν ἁρμάτων, ὥστε τῷ πλήθει τῶν λεγομένων πολλὴν ποιῆσαι τὴν ἀγωνίαν, καὶ τῇ σαφηνείᾳ τῶν εἰκόνων ἐγγὺς τὰ πράγματα αὐτοῖς ἀγαγεῖν.
 [02276]  Καὶ γὰρ τὸ Καπνιζομένων, διὰ τοῦτο προστέθεικε, τουτέστιν, ἐγγὺς ὄντων τοῦ σβεσθῆναι λοιπόν.
000-00-00 Serial Number=0494914472
In Joannem Ante [Go Back]  
 [02997]  Ὥστε ὅταν λέγῃ, Οὐκ ᾔδειν αὐτὸν, τὸν ἔμπροσθεν λέγει χρόνον, οὐ τὸν ἐγγὺς τοῦ βαπτίσματος.
 [03425]  Οὕτω καὶ ἡμεῖς ἐγγὺς αὐτοῦ γενέσθαι καταξιωθέντες καὶ πολλῷ πλησιαίτερον, καὶ τοσούτῳ ἐγγύτερον τῶν εἰρημένων, ὅσῳ τὸ σῶμα τῇ κεφαλῇ μᾶλλον τούτων πλησίον ἐστὶ, πάντα πράττωμεν δι' ὧν τὸν Χριστὸν μιμησόμεθα.
 [04790]  τὰ δὲ ταπεινότερα καὶ ἐγγὺς τῆς τῶν ἀκροωμένων διανοίας, εἰ μὴ διηνεκῶς ἐλέγετο, οὐ ταχέως κατέσχε τὰ ὑψηλὰ τὸν χαμαίζηλον ἀκροατήν.
 [04864]  Ὅπερ γὰρ εὐφημότερον εἶναι ἐδόκει διὰ τὸν ἀκροώμενον, καὶ ἐγγὺς τοῦ τύπου, τοῦτο τέθεικεν.
 [05001]  Ἐπειδὴ γὰρ ἔμελλεν ἡ κρίσις, καὶ οὔπω παρῆν, ἐγγὺς ἄγει τὸν φόβον τῆς τιμωρίας, καὶ δείκνυσιν ἤδη τὴν κόλασιν.
000-00-00 Serial Number=0605996966
In Kalendas Ante [Go Back]  
 [00010]  Τὸν γοῦν ἐν ἀλλοτρίᾳ διατρίβοντα καὶ μακροῖς διειργόμενον ἡμῶν πελάγεσιν ἂν φιλῶμεν, καθ' ἑκάστην φανταζόμεθα τὴν ἡμέραν, ὥσπερ οὖν ὅταν πρός τινα ἀηδῶς ἔχωμεν, οὐδ' ἐγγὺς ἑστῶτα βλέπειν δοκοῦμεν πολλάκις.
000-00-00 Serial Number=0289778292
In Martham Mariam et Lazarum Ante [Go Back]  
 [00261]  καὶ πάλιν ἕτερος προφήτης, Οἴμοι, οἴμοι εἰς ἡμέραν! ὅτι ἐγγὺς ἡ ἡμέρα Κυρίου, καὶ αὐτὴ ὡς ταλαιπωρία·
000-00-00 Serial Number=0624847889
In Psalmos 101-107 Ante [Go Back]  
 [01582]  Ἀλλ' ὁ Χριστὸς αὐτοὺς, καὶ μακρὰν ὄντας, ἐγγὺς διὰ τοῦ αἵματος τοῦ οἰκείου πεποίηκε.
000-00-00 Serial Number=0147898376
In Psalmum 118 Ante [Go Back]  
 [01503]  Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκρι βῶς, ὡς ἐγγὺς εἶ, καὶ πάρει τοῖς γινομένοις, καὶ λανθά νει σε τῶν πραττομένων οὐδέν.
000-00-00 Serial Number=0931469083
In Psalmum 145 Ante [Go Back]  
 [00012]  ὅταν ἴδωσιν ἑαυτοὺς ἐγγὺς τῶν βραβείων γινομένους, τότε μᾶλλον ἐπιτείνουσι τὸν δρόμον.
000-00-00 Serial Number=0710090458
In ascensionem domini nostri Jesu Christi Ante [Go Back]  
 [00003]  ἐλέχθη δὲ ἐν τῷ μαρτυρίῳ τῆς Ῥωμανησίας, ἔνθα μαρτύρων σώματα, ὑπὸ τὸ ἔδαφος κείμενα ἐγγὺς λειψάνων αἱρετικῶν, ἀνηνέχθησαν, καὶ ἄνω κατ' ἰδίαν ἐτάφησαν.
000-00-00 Serial Number=0423725843
In epistulam II ad Corinthios Ante [Go Back]  
 [00178]  ἀλλ' ὁ ἐν θλίψει καὶ πειρασμῷ, οὗτος ἐγγὺς ἕστηκεν ἐκείνου, ὁ τὴν στενὴν ὁδεύων ὁδόν.
 [03176]  Καὶ γὰρ εἰ νῦν, βασιλέως εἰσελαύνοντος καὶ τῶν μετ' αὐτοῦ, θεωροῦντες ἕκαστος τὴν ἑαυτοῦ πενίαν, οὐ τοσαύτην ἀπὸ τῆς θέας λαμβάνομεν ἡδονὴν, ὅσην ἀπὸ τοῦ μηδενὸς μετέχειν τῶν περὶ τὸν βασιλέα, μηδὲ ἐγγὺς εἶναι τοῦ κρατοῦντος, ἀθυμίαν ὑπομένομεν·
 [04018]  ἀλλὰ πλείονα ἀκρίβειαν ζητῶν, Μηδὲ ἅπτεσθε, φησὶ, μηδὲ ἐγγὺς γίνεσθε.
 [04102]  ἀλλὰ καὶ ταύτης πάλιν ἐγγὺς ὁ πλουτῶν ἐσκήνωται.
 [04520]  οἷον ὅταν οἱ φραγμοὶ κομῶντες ἐπὶ κακῷ τῶν ἐγγὺς φυτῶν αἴρωνται, ὅταν ἕτερα δένδρα ἄκαρπα καὶ ἀνήμερα εἰς ὕψος ἀναδραμόντα τὴν αὔξησιν τῶν ὑποκειμένων κωλύῃ.
 [05798]  Ἔξεστι γὰρ καὶ ἐγγὺς ἐκείνου γενέσθαι τῷ βουλομένῳ, καὶ θεωρῆσαι τὴν ἀριστείαν, καὶ μιμήσασθαι τὴν ἀνδρείαν.
 [06879]  μᾶλλον δὲ καὶ ἐπέτεινε τὸν διωγμὸν, ἐγγὺς τοῦ βραβείου γενόμενος.
000-00-00 Serial Number=0821821153
In epistulam II ad Thessalonicenses Ante [Go Back]  
 [00449]  Ὅταν γὰρ ἴδωσιν οἱ μέγα φυσῶντες τοὺς μαστιζομένους ὑπ' αὐτῶν, τοὺς καταφρονουμένους, τοὺς καταγελωμένους, τούτους ἐγγὺς ὄντας αὐτοῦ, δόξα αὐτοῦ γίνεται·
000-00-00 Serial Number=0948030829
In epistulam II ad Timotheum Ante [Go Back]  
 [01938]  ἐκεῖ μὲν γὰρ, ὅτι ἐγγὺς ὁμοιότητος ἦλθεν, ἐνταῦθα δὲ, ὅτι τοῦ κάλλους ἐγγύς.
 [02307]  Εἰ γὰρ ὁ Ἑλισσαῖος μέχρις ἐσχάτης ἀναπνοῆς συνὼν τῷ διδασκάλῳ, καὶ ἐν τρόπῳ τελευτῆς ὁρῶν αὐτὸν τελευτῶντα, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, τί οἴει τοῦτον παθεῖν τὸν οὕτω μὲν ἀγαπώμενον, οὕτω δὲ ἀγαπῶντα, ἀκούοντα ὅτι μέλλει ἀποθνήσκειν ὁ διδάσκαλος, καὶ ὅτι οὐδὲ ἀπέλαυσεν αὐτοῦ τὸν χρόνον τὸν ἐγγὺς τοῦ θανάτου, ὃ μάλιστα πάντων εἴωθε λυπεῖν;
 [02308]  Οὐ γὰρ οὕτω χάριν ἴσμεν τῷ παρελθόντι χρόνῳ, ἂν τὸν ἐγγὺς χρόνον ἀπολειφθῶμεν τῶν τετελευτηκότων.
 [02710]  Ἡ Μίλητος τῆς Ἐφέσου ἐγγὺς οὖσα τυγχάνει.
000-00-00 Serial Number=0795414984
In epistulam I ad Corinthios Ante [Go Back]  
 [04173]  ἀλλὰ τῷ μὲν ἐξῇ καὶ ἅπτεσθαι καὶ ὁμιλεῖν τῇ γυναικὶ, ἐκείνῳ δὲ μηδὲ ἐγγὺς γενέσθαι.
 [04438]  ἢ διὰ τὸ τὸ παλαιὸν ἐγγὺς εἶναι ἀφανισμοῦ, καὶ δυσῶδες ὁμοῦ καὶ αἰσχρὸν, οἷόν ἐστιν ἡ ἁμαρτία·
 [06252]  τῆς γὰρ εἰκόνος οὗτος μᾶλλον ἕστηκεν ἐγγὺς τῆς ἀποστολικῆς.
 [07017]  ἀλλὰ ἂν μὴ οὕτω δράμωμεν, ὡς μέχρι τοῦ τέλους ἀλήπτους ἑαυτοὺς παρασχεῖν, καὶ ἐγγὺς γενέσθαι τοῦ βραβείου, οὐδὲ ἡμῖν ἔσται πλέον.
 [07106]  Ἀλλ' ἐπειδὴ βούλεται τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἀγαγεῖν, οὐ λέγει οὕτως, ἀλλὰ τοῖς τῆς ἀληθείας ὀνόμασι κέχρηται καὶ ἐπὶ τοῦ τύπου.
 [07123]  Εἶδες Παύλου σοφίαν, πῶς ἑκατέρων αὐτὸν ὄντα χορηγὸν δείκνυσι, καὶ ταύτῃ τὸν τύπον ἐγγὺς τῆς ἀληθείας ἄγων;
 [07418]  ὅτι μακρὰν ὄντας, ἐγγὺς ἐποίησεν·
 [09999]  καὶ ὅταν αὐτοὶ μὴ φθάνωμεν τὴν ἀγάπην, τοὺς ἐγγὺς ὄντας αὐτῆς κελεύωμεν κατέχειν αὐτὴν, ἕως ἂν φθάσωμεν πρὸς αὐτήν·
 [09999]  Ὁ διώκων ὅταν δι' ἑαυτοῦ μὴ δυνηθῇ, διὰ τῶν πρὸ αὐτοῦ καταλαμβάνει τὸν φεύγοντα, τοὺς ἐγγὺς ὄντας μετὰ πολλῆς παρακαλῶν τῆς σπουδῆς κατέχειν καὶ τηρεῖν αὐτῷ κατασχεθέντα, ἕως ἂν φθάσῃ.
000-00-00 Serial Number=0012722969
In epistulam I ad Thessalonicenses Ante [Go Back]  
 [00676]  ἀλλ' ἐγγὺς ἐφέστηκεν ἡ ὀργή.
000-00-00 Serial Number=0769917667
In epistulam I ad Timotheum Ante [Go Back]  
 [01456]  Ἐπειδὴ γὰρ δύο φύσεων μέσος γέγονεν, ἐγγὺς τῶν δύο φύσεων αὐτὸν εἶναι δεῖ.
 [01457]  Ὥσπερ γὰρ τὸ τόπου τινὸς μέσον ἑκατέρων ἐστὶ τῶν τόπων ἐγγὺς, οὕτω καὶ τὸ τῶν φύσεων μέσον ἑκατέρων ὀφείλει εἶναι τῶν φύσεων ἐγγύς.
 [03039]  Ὅτι ἐκεῖνος, εἰ καὶ μὴ τοὺς ἀλλοτρίους, τοὺς γοῦν ἐγγὺς οὐ περιορᾷ.
 [03595]  πεισθῶμεν αὐτῷ, καὶ ἐπιλαβώμεθα πραγμάτων, ἔνθα οὐκ ἔτι ματαιότης, ἔνθα ἀλήθεια, ἔνθα πάντα πάγια καὶ βέβαια, ἔνθα πάντα ἐπὶ τῆς πέτρας ᾠκοδόμηται, ἔνθα γῆρας οὐκ ἔνι, οὐδὲ πάροδος, ἔνθα πάντα ἀνθεῖ, ἔνθα πάντα ἀκμάζει, ἔνθα παλαιούμενον οὐδὲν, οὐδὲ γηράσκον, οὐδὲ ἐγγὺς ἀφανισμοῦ.
000-00-00 Serial Number=0208477616
In epistulam ad Colossenses Ante [Go Back]  
 [00264]  τὸ γὰρ ταπεινὸν, ὅταν ἐγγὺς ᾖ τοῦ ὑψηλοῦ, τότε φαίνεται ταπεινὸν, καὶ ἡ παράθεσις τὸ ταπεινὸν ταπεινότερον δείκνυσιν, οὐχ ὑψηλότερον.
 [00409]  Καθάπερ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους μάλιστα διεγείρομεν τοὺς ἐγγὺς ὄντας τῆς νίκης·
 [01281]  ὑπόθου γάρ μοι τὴν ἀνθρωπίνην φύσιν ὥσπερ μίαν τινὰ ἡλικίαν, καὶ τοὺς μὲν πρώτους χρόνους μειρακίου τάξιν ἔχειν τὸ γένος τὸ ἡμέτερον, τοὺς δὲ μετ' ἐκεῖνο νεανίσκου, τούτους δὲ τοὺς ἐγγὺς τοῦ γήρως πρεσβύτου.
 [01839]  Βιάζεται γὰρ ἀεὶ Παῦλος ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ Χριστοῦ, ὡς ὅταν λέγῃ·
 [01851]  Ὅρα πῶς ἐγγὺς γίνεται τοῦ πράγματος.
000-00-00 Serial Number=0949865639
In epistulam ad Ephesios Ante [Go Back]  
 [00267]  Πλὴν ἀλλὰ σπουδάσωμεν ἐγγὺς αὐτῆς γενέσθαι τῆς ἀληθείας.
 [00737]  Ἐννόησον τίνος ἐγγὺς ἡ κεφαλή σου κάθηται·
 [00758]  Ἐπεὶ δὲ περὶ σώματος ἡμῖν ὁ λόγος, ὅσοι μετέχομεν τοῦ σώματος, ὅσοι τοῦ αἵματος ἀπογευόμεθα τούτου, ἐννοεῖτε ὅτι τοῦ μηδὲν ἐκείνου διαφέροντος οὐδὲ διεστῶτος μετέχομεν πρὸς μετοχὴν, ὅτι ἐκείνου τοῦ ἄνω καθημένου, τοῦ προσκυνουμένου παρὰ ἀγγέλων, τοῦ τῆς ἀκηράτου δυνάμεως ἐγγὺς, τούτου ἀπογευόμεθα.
 [01187]  Τοῦτο γὰρ πρὸς μὲν τὸ μέγεθος ἔλαττόν ἐστι, πρὸς δὲ τὸ ἐγγὺς εἶναι καὶ πιστεῦσαι, μέγα καὶ ἱκανὸν, καὶ πολλὴν ἔχει τὴν ἰσχύν.
 [01198]  Νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
 [01205]  Νυνὶ δὲ, φησὶν, ἐν Χριστῷ Ἰησοῦ, ὑμεῖς, οἱ ποτὲ ὄντες μακρὰν, ἐγγὺς ἐγενήθητε πρὸς τὴν πολιτείαν.
 [01206]  Τὸ γὰρ, μακρὰν, καὶ τὸ, ἐγγὺς, προαιρέσεώς ἐστι μόνης.
 [01391]  Τοῖς Ἰουδαίοις, φησὶν, ἐγγὺς, ὡς πρὸς ἡμᾶς·
 [03791]  Μέγας ἐκεῖνος ὁ ἀγὼν, καὶ ὑψηλὸς ὁ σκόπελος, καὶ ἐγγὺς τοῦ οὐρανοῦ ἡ κορυφὴ, καὶ οὐ δύνασαι φθάσαι πρὸς τὸ μέγα;
000-00-00 Serial Number=0991997957
In epistulam ad Hebraeos Ante [Go Back]  
 [00188]  Ὥσπερ γὰρ ἀλλαχοῦ λέγει, ὅτι Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε·
 [00911]  καὶ πάλιν, Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ·
 [02359]  Εἰ γὰρ καὶ μηδεὶς ἕτερος, ἀλλ' οἱ γεγηρακότες ἴσασιν, ὅτι τελευτῶσι, καὶ ὅτι πάντως ἐγγὺς ἑστήκασι τοῦ θανάτου.
 [03167]  Βαβαὶ, πόσην ἔχει παραμυθίαν ὁ λόγος! Κατάρας γὰρ εἶπεν ἐγγὺς, οὐ κατάρα·
 [03168]  ὁ δὲ μηδέπω εἰς τὴν κατάραν ἐμπεσὼν, ἀλλ' ἐγγὺς γενόμενος, καὶ μακρὰν γενέσθαι δυνήσεται.
 [03170]  οὐ γὰρ εἶπεν, Ἀδόκιμος, καὶ κατάρας ἐγγὺς, ἥτις καήσεται·
 [03213]  Εἶτα εἰπὼν ἀνωτέρω, ὅτι Ἀδόκιμος καὶ κατάρας ἐγγὺς, καὶ ὅτι εἰς καῦσιν ἔσται, ἵνα μὴ δόξῃ περὶ αὐτῶν τοῦτο λέγειν, ἐπήγαγεν εὐθέως τὸ, Οὐ γὰρ ἄδικος ὁ Θεὸς ἐπιλαθέσθαι τοῦ ἔργου ὑμῶν, καὶ τοῦ κόπου τῆς ἀγάπης·
 [04097]  μᾶλλον δὲ, ὃ πολλῷ τούτου κρεῖττόν ἐστιν, ἐλπίζομεν ἐγγὺς στήσεσθαι τοῦ Θεοῦ, παρ' αὐτὸν ἥξειν τὸν θρόνον τὸν πατρικὸν, λειτουργήσειν αὐτῷ μετὰ ἀγγέλων.
 [04516]  Τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
 [05047]  Ἂν τοίνυν καὶ ἡμεῖς ἐγγὺς ὦμεν τοῦ Θεοῦ, ἐν οὐρανῷ ἐσμεν.
 [05658]  ∆είξας τὸ διάφορον ὅσον τοῦ ἀρχιερέως, καὶ τῶν θυσιῶν, καὶ τῆς σκηνῆς, καὶ τῆς διαθήκης, καὶ τῆς ἐπαγγελίας, καὶ πολὺ τὸ μέσον, εἴ γε τὰ μὲν πρόσκαιρα, τὰ δὲ αἰώνια, τὰ μὲν ἐγγὺς ἀφανισμοῦ, τὰ δὲ μένοντα, τὰ μὲν εὐτελῆ, τὰ δὲ τέλεια, τὰ μὲν τύποι, τὰ δὲ ἀλήθεια·
 [05664]  Τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ·
 [05731]  Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.
 [06280]  Καὶ αὕτη μὲν γὰρ ἐγγὺς πάρεστιν, ἡ δὲ ἑκάστου ζωὴ ἐγγυτέρα πολλῷ καὶ ἡ τελευτή.
 [08247]  Εἰ τοίνυν τὸ μηδὲ ὅλως δεῖσθαι ἀκολούθου, ἀγγελικὸν, τίς τοῦ ἀγγελικοῦ βίου ἐγγὺς, ἡ πολλῶν δεομένη, ἢἡ ὀλίγων;
 [08424]  ὑπὲρ δὲ τοῦ βασιλέα καὶ νυμφίον ἐν οὐρανοῖς ἀμφότερα ὄντα, ὥστε μὴ μόνον καταξιωθῆναι ἰδεῖν, ἀλλὰ καὶ προηγεῖσθαι αὐτοῦ μετὰ λαμπάδων, καὶ ἐγγὺς αὐτοῦ εἶναι, καὶ διαπαντὸς εἶναι μετ' αὐτοῦ, τί οὐκ ἔδει ποιεῖν;
 [09208]  κάτω εἱστήκει ὁ λαὸς τότε, ἡμεῖς δὲ οὐκ ἐσμὲν κάτω, ἀλλὰ τοῦ οὐρανοῦ ἀνώτεροι, ἐγγὺς τοῦ Θεοῦ ὡς υἱοὶ, ἀλλ' οὐχ ὡς Μωϋσῆς.
 [09615]  τοῦτο ἡμᾶς ἐγγὺς εἶναι τοῦ Θεοῦ ποιεῖ·
 [09624]  ὅτε ἠῤῥώστησε, τότε ἐταπεινώθη, τότε ἐγγὺς ἐγένετο τοῦ Θεοῦ.
 [09892]  Πᾶν γὰρ τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ·
000-00-00 Serial Number=0754211843
In epistulam ad Philippenses Ante [Go Back]  
 [00053]  Παραινέσας τοίνυν αὐτοῖς ὁμονοεῖν, καὶ δείξας ὅτι ἀπὸ ταπεινοφροσύνης ἡ ὁμόνοια γίνεται, καὶ διατεινάμενος πρὸς τοὺς πανταχοῦ τῷ δόγματι λυμαινομένους Ἰουδαίους προσχήματι Χριστιανισμοῦ, κύνας τε αὐτοὺς καλέσας καὶ κακοὺς ἐργάτας, καὶ παραινέσας ἐπέχεσθαι αὐτῶν, καὶ πείσας τίσι δεῖ προσέχειν, καὶ περὶ ἠθικῶν πολλὰ διαλεχθεὶς, καὶ ῥυθμίσας αὐτοὺς, [62.180] καὶ ἀνακτησάμενος διὰ τοῦ εἰπεῖν, Ὁ Κύριος ἐγγὺς, μέμνηται μετὰ τῆς προσηκούσης αὐτῷ συνέσεως καὶ τῶν πεμφθέντων, καὶ οὕτω πολλὴν τὴν παράκλησιν προσάγει.
 [00321]  Ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς τοῦ μακαρίου ἐκείνου·
 [01915]  Ὁρᾷς αὐτὸν μὴ προσερχόμενον, μηδὲ τολμῶντα γενέσθαι ἐγγὺς, ἀλλὰ δεδοικότα καὶ τρέμοντα;
 [02645]  ἐγγὺς βλασφημίας ἐστίν·
 [03751]  Ὁ Ἀπόστολος ἐδίωκεν, ἵνα ἐγγὺς αὐτοῦ γένηται·
 [04361]  Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.
 [04378]  Μία μὲν οὖν ἐκείνη παραμυθία, τὸ, Ὁ Κύριος ἐγγὺς, καὶ ἐκεῖνο, τὸ, Ἔσομαι μεθ' ὑμῶν πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.
 [04508]  Τοῦτο ἀρετὴ, τοῦτο μεῖζον ἀνθρωπίνου λογισμοῦ, τοῦτο Θεοῦ ἐγγὺς εἶναι ποιεῖ.
 [04829]  Οἵ τε γὰρ ἀλλήλων διεστηκότες, ἀλλήλοις ἦσαν συγκεκολλημένοι, καὶ οἱ πόῤῥωθεν, ὡς ἐγγὺς ὄντες, ἀλλήλους ἠσπάσαντο, καὶ ὡς περὶ μέλη οἰκεῖα, οὕτω πρὸς ἑαυτοὺς ἕκαστος διετίθετο.
000-00-00 Serial Number=0739237666
In epistulam ad Romanos Ante [Go Back]  
 [01365]  Ὁρᾷς πῶς πάλιν παρέστησε τὴν ἡμέραν ἐκείνην καὶ ἐγγὺς ἤγαγε, κατασείων αὐτῶν τὴν διάνοιαν, καὶ δεικνὺς, ὅτι τούτους δεῖ τιμᾶσθαι μᾶλλον τοὺς χωρὶς νόμου τὰ τοῦ νόμου κατορθοῦν ἐσπουδακότας;
 [02953]  ἵστησιν ἡμᾶς ἐγγὺς τοῦ πατριάρχου πάλιν.
 [02997]  Εἰ τοίνυν μακρὰν ὄντας προσήγαγε, πολλῷ μᾶλλον ἐγγὺς γενομένους καθέξει.
 [03131]  Ζηλώσωμεν τοίνυν καὶ ἡμεῖς τὰς ἄνω δυνάμεις, καὶ μὴ μόνον ἐγγὺς τοῦ θρόνου στῆναι σπουδάσωμεν, ἀλλὰ καὶ ἔνοικον αὐτὸν ἔχειν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον.
 [03440]  τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ.
 [03583]  Καὶ οὐκ εἶπεν, Ἐσταύρωται, ἀλλὰ, Συνεσταύρωται, ἐγγὺς ἄγων τὸ βάπτισμα τῷ σταυρῷ.
 [05210]  Ὁρᾷς πῶς φιλονεικεῖ ἐγγὺς ἡμᾶς ἀγαγεῖν τοῦ ∆εσπότου;
 [05231]  ἐνταῦθα δὲ, ἐπειδὴ τῆς δωρεᾶς αὐτὸν ἀνέμνησεν ἁπάσης τῆς δοθείσης, τῆς μελλούσης, καὶ ἐπῆρε καὶ ὕψωσε ταῖς ἐλπίσι, καὶ ἐγγὺς ἔστησε τοῦ Χριστοῦ, καὶ συγκληρονόμον ἀπέφηνε τοῦ Μονογενοῦς, θαῤῥῶν αὐτὸν ἐξάγει λοιπὸν καὶ ἐπὶ τοὺς κινδύνους.
 [05939]  Καθάπερ γὰρ τοῦ ἀναθέματος τοῦ ἀνατιθεμένου τῷ Θεῷ οὐδεὶς ἂν τολμήσειεν ἁπλῶς ταῖς χερσὶν ἅψασθαι, οὐδὲ ἐγγὺς γενέσθαι·
 [08708]  Ὅταν ἀπείρως ἡμῶν αὐτοῦ διεστηκότων, τὴν εἰς ἡμᾶς ἀγάπην ἐγγὺς ἄγει τῆς εἰς αὐτὸν, καὶ ὁμοίαν ταύτης ἐκείνην εἶναι λέγει.
 [08845]  Τουτέστιν, ἐγγὺς ἡ ἀνάστασις, ἐγγὺς ἡ κρίσις ἡ φοβερὰ, ἐγγὺς ἡ ἡμέρα ἡ ὡς κλίβανος καιομένη·
 [08855]  ὅσῳ μᾶλλον ἐγγὺς τὸ βραβεῖον, τοσούτῳ μᾶλλον διεγείρεσθαι χρὴ πρὸς τοὺς ἀγῶνας·
 [08883]  Εἰπὼν δὲ, ὅτι Ἡ ἡμέρα ἤγγικεν, οὐδὲ ἐγγὺς εἶναι αὐτὴν ἀφίησιν, ἀλλ' ἤδη αὐτὴν ἐφίστησι·
 [09999]  μᾶλλον δὲ ἂν ἐνταῦθα ἀκούσωμεν, κἀκεῖ πάντως αὐτὸν ὀψόμεθα, εἰ καὶ μὴ πλησίον ἑστῶτες, ἀλλ' ὀψόμεθα πάντως ἐγγὺς τοῦ θρόνου τοῦ βασιλικοῦ λάμποντα, ἔνθα τὰ Χερουβὶμ δοξάζει, ἔνθα τὰ Σεραφὶμ πέταται.
000-00-00 Serial Number=0156657755
In exaltationem venerandae crucis Ante [Go Back]  
 [00111]  Οὕτως οὖν καὶ ἡμεῖς καλῶς θρηνοῦντες καὶ πενθοῦντες ἐν τοῖς προγεγραμμένοις ἡμῖν κακοῖς, τῷ σταυρῷ ἑαυτοὺς προσπλέξωμεν, σταυρῷ τὰς ἐλπίδας ἀνατιθέντες, ἵνα διὰ σταυροῦ παιδαγωγηθέντες, καὶ εἰς οὐρανὸν τὴν διάνοιαν τείναντες, Χριστῷ τῷ Σωτῆρι ἡμῶν πλησιάσαντες, ἐγγὺς Θεοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν γενέσθαι καταξιωθῶμεν, ἐν αὐτῷ Χριστῷ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
000-00-00 Serial Number=0224404812
In illud Exiit qui seminat Ante [Go Back]  
 [00086]  Τὸ ὁμολογεῖν αὐτοὺς Χριστὸν, τοῦτ' ἔστι τὸ ποιοῦν αὐτοὺς ἐγγὺς εἶναι τῆς ὁδοῦ·
000-00-00 Serial Number=0748641670
In illud Habentes eundem spiritum Ante [Go Back]  
 [00654]  νῦν δὲ λέγων, Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε·
 [00809]  Καὶ γὰρ ἐν τοῖς ἀγῶσιν ἐκείνους τῶν δρομέων διεγείρουσιν οἱ θεαταὶ, οὓς ἂν ἴδωσιν ἐγγὺς τοῦ βραβείου γενομένους, καὶ πολλὰς τῆς νίκης ἐλπίδας ἔχοντας.
000-00-00 Serial Number=0930997014
In illud Hoc scitote quod in novissimis diebus Ante [Go Back]  
 [00136]  Οὕτω καὶ ποι μὴν ἄριστος οὐχ ὅταν ἴδῃ τοὺς λύκους ἐπιόντας τῇ ποίμνῃ καὶ τῶν προβάτων ἐγγὺς γενομένους, τότε προ λέγει μόνον, ἀλλὰ καὶ πόῤῥωθεν ὄντας μηνύει.
000-00-00 Serial Number=0306233227
In illud Pater si possibile est Ante [Go Back]  
 [00027]  Τί οὖν ἐλθὼν ἐγγὺς τοῦ σταυροῦ παραιτῇ καὶ λέγεις·
000-00-00 Serial Number=0851117849
In illud Vidi dominum Ante [Go Back]  
 [01319]  Ὅτι οὐχ οὕτω δείκνυσι τὰς δυνάμεις ἐκείνας μεγάλας οὔσας, τὸ Σεραφὶμ εἶναι, ὡς τὸ ἐγγὺς ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ.
 [01320]  Καὶ γὰρ καὶ ἡμεῖς τῶν δορυφόρων ἐκείνους ἐπισημοτέρους εἶναι νομίζομεν, οὓς ἂν ἴδωμεν ἐγγὺς τοῦ ζεύγους ἐλαύνοντας τοῦ βασιλικοῦ.
 [01321]  Οὕτω καὶ τῶν δυνάμεων τῶν ἀσωμάτων ἐκεῖναί εἰσιν λαμπρότεραι, ὅσαιπερ ἂν ὦσιν ἐγγὺς τοῦ θρόνου.
 [01331]  καὶ Κύριος ἐγγὺς τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σῴζει.
 [01334]  Εἶδες πῶς ἡμᾶς ἔστησε μετὰ τῶν Σεραφίμ, ἐγγὺς ἀγαγὼν τοῦ θρόνου τοῦ βασιλικοῦ;
000-00-00 Serial Number=0892184198
In laudem conceptionis sancti Joannis Baptistae Ante [Go Back]  
 [00135]  ἐπὶ θύραις ὁ λόγος, καὶ χρεία τῆς φωνῆς, ἐγγὺς ὁ νυμφίος, καὶ δίκαιον ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ·
000-00-00 Serial Number=0679324508
In natale domini nostri Jesu Christi Ante [Go Back]  
 [00083]  γενόμενος ἐγγὺς τῆς στρατοπεδείας τοῦ Ἰσραὴλ, καὶ ἀνελθὼν ἐπὶ τὴν ἀκρώρειαν τοῦ ὄρους, θεωρήσας τὸν Ἰσραὴλ παρεμβεβληκότα, ἀναλαβὼν αὐτοῦ τὴν παραβολὴν, καὶ προφητεύσας εἶπεν·
000-00-00 Serial Number=0774385512
In nativitatem Joannis Baptistae Ante [Go Back]  
 [00025]  ἐγγὺς ὁ νυμφίος καὶ δίκαιόν ἐστιν ἁπλωθῆναι τὸν θάλαμον ἐν τῷ Ἰορδάνῃ·
000-00-00 Serial Number=0557256699
In parabolam de filio prodigo Ante [Go Back]  
 [00282]  Ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε.
000-00-00 Serial Number=0691980541
In pharisaeum et meretricem Ante [Go Back]  
 [00146]  Τοιαῦτα λαλούσης ἐν ἑαυτῇ τῆς πιστῆς γυναικὸς καὶ δεομένης, ἐγγὺς ὢν ὁ Σωτὴρ ἐδίδου τῇ ποθούσῃ τοῦ πόθου κατατρυφᾷν, καὶ τοὺς πόδας ἐγχειρίσαι ἐκείνην πρὸς ἀπόλαυσιν ἄπληστον, ἐπὶ τῆς στιβάδος ὢν, καὶ κατατρυφῶν τὸν ἐκείνης κλαυθμὸν, καὶ εὐωχούμενος τοῖς τῆς μετανοίας δάκρυσι, καὶ πεινῶν τὸ δίψος τῆς διψώσης τὸν ἔλεον.
000-00-00 Serial Number=0775296807
In principium Actorum Ante [Go Back]  
 [00592]  καὶ ὥσπερ τὰ σώματα ἡμῶν ἐγγὺς ἀλλήλων ἐστὶ νῦν, καὶ συσφίγγεται ἐπὶ τὸ αὐτὸ, οὕτω καὶ τὰς καρδίας συσφίγγεσθαι χρή.
 [00676]  Κἂν τοῦτο εἴπῃς, ἐγγὺς ἐγένου τοῦ Πέτρου·
000-00-00 Serial Number=0250384629
In resurrectionem domini B Ante [Go Back]  
 [00038]  Τὸ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ, περὶ δὲ τούτου·
000-00-00 Serial Number=0087511301
In resurrectionem domini [3] Ante [Go Back]  
 [00042]  Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ὅτι οἱ μακρὰν ἐγγὺς ἐγενήθημεν.
000-00-00 Serial Number=0476460874
In sanctum pascha sermo 7 Ante [Go Back]  
 [00211]  [53] Εἰ δέ τις ἀντιλέγειν ἐθέλοι περὶ τοῦ εἰκάδι ἕκτῃ τοῦτι ἑβδόμου μηνὸς νῦν αὐτῇ τῇ κυριακῇ τὴν τεσσαρεσκαιδεκάτην συμβαίνειν, στελλέσθω ἐπισκεψόμενος τὴν ἀντίρρησιν, εἰ βούλεται, καὶ τοὺς σοφοὺς τῶν Ἑλλήνων πρὸς τοῦτο παραλαβὼν μάρτυρας ὅτι ὅλην τὴν κυριακὴν καὶ ταύτην καὶ τὴν μετ' αὐτὴν νύκτα ἕως ἐγγὺς εἰς τὴν ἐπιοῦσαν δευτέραν ἡ τεσσαρεσκαδεκάτη καταλαμβάνει.
000-00-00 Serial Number=0546123385
In triduanam resurrectionem domini [1] Ante [Go Back]  
 [00004]  ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε·
000-00-00 Serial Number=0815102160
In triduanam resurrectionem domini [2] Ante [Go Back]  
 [00004]  ὁ Κύριος ἐγγὺς, μηδὲν μεριμνᾶτε·
000-00-00 Serial Number=0011766911
Interpretatio in Danielem prophetam Ante [Go Back]  
 [00235]  ἐγγὺς γὰρ ἦν ὁ καιρός.
 [01213]  Τίνα οὐκ ἂν ἐφόβησεν ἡ τιμωρία, καὶ ταῦτα ἐγγὺς οὖσα;
000-00-00 Serial Number=0098469436
Oratio secunda Ante [Go Back]  
 [00019]  καὶ ὁ καιρὸς τῆς τομῆς ἐγγὺς, καὶ ἡ προθεσμία τοῦ θανάτου παρέστηκεν, ὁ δὲ τῆς μετανοίας καιρὸς οὐδαμοῦ.
000-00-00 Serial Number=0745771527
Quales ducendae sint uxores Ante [Go Back]  
 [00462]  Καθημένη τοίνυν ἐπὶ τῆς καμήλου καὶ φθάσασα εἰς τὴν χώραν, πρὶν αὐτὴν ἐλθεῖν ἐγγὺς, ἀναβλέψασα εἶδε τοῖς ὀφθαλμοῖς τὸν Ἰσαὰκ, καὶ κατεπήδησεν ἀπὸ τῆς καμήλου.
000-00-00 Serial Number=0269136250
Quod regulares feminae viris cohabitare non debeant Ante [Go Back]  
 [00206]  Καίτοι γε οὐκ ἴσον ἐστὶν, οὐδὲ κἂν μικρὸν ἐγγὺς, ἐγκωμίου τε ἀποστερηθῆναι καὶ κατηγορίᾳ περιπεσεῖν.
000-00-00 Serial Number=0740729094
Synopsis scripturae sacrae Ante [Go Back]  
 [02544]  Προλέγει, μὴ εἰς μακρὸν χρόνον ἐκβήσεσθαι τὰ κακὰ, ἀλλ' ἐγγὺς εἶναι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»